- 텍스트

Unknown, Greek Anthology, Volume III, book 9, chapter 14

(작자 미상, Greek Anthology, Volume III, book 9, chapter 14)

αἰγιαλοῦ τενάγεσσιν ὑποπλώοντα λαθραίῃ εἰρεσίῃ Φαίδων εἴσιδε πουλυπόδην μάρψας δ ὠκὺς ἔριψεν ἐπὶ χθόνα, πρὶν περὶ χεῖρας πλέξασθαι βρύγδην ὀκτατόνους ἕλικας:? δισκευθεὶς δ ἐπὶ θάμνον ἐς οἰκία δειλὰ λαγωοῦ, εἰληδὸν ταχινοῦ πτωκὸς ἔδησε πόδας: εἷλε δ ἁλούς: σὺ δ ἀέλπτον ἔχεις γέρας ἀμφοτέρωθεν ἄγρης χερσαίης, πρέσβυ, καὶ εἰναλίης, αὐτὸ τὸ πῦρ καύσειν διζήμενος, οὗτος, ὁ νύκτωρ τὸν καλὸν ἱμείρων λύχνον ἀναφλογίσαι, δεῦρ ἀπ ἐμῆς ψυχῆς ἅψον σέλας:?

상위

Greek Anthology, Volume III

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION