호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄμφω μὲν πηροὶ καὶ ἀλήμονες, ἀλλ ὁ μὲν ὄψεις, ὃς δὲ βάσεις:? ἄλλου δ ἄλλος ὑπηρεσίη: τυφλὸς γὰρ χωλοῖο κατωμάδιον βάρος αἴρων ἀτραπὸν ὀθνείοις ὄμμασιν ἀκροβάτει. ἡ μία δ ἀμφοτέροις ἤρκει φύσις: ἐν γὰρ ἑκάστῳ τοὐλλιπὲς ἀλλήλοις εἰς ὅλον ἠράνισαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기