호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πολλάκις εὐξαμένῳ μοι ἀεὶ θυμῆρες ἔδωκας τέκμαρ ἀκυμάντου, Ζεῦ πάτερ, εὐπλοϊής:? δῴης μοι καὶ τοῦτον ἔτι πλόον, ἠδὲ σαώσαις ἤδη, καὶ καμάτων ὁρ´μισον εἰς λιμένας. οἶκος καὶ πάτρη βιότου χάρις: αἱ δὲ περισσαὶ φροντίδες ἀνθρώποις οὐ βίος, ἀλλὰ πόνος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기