호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοιαύτη μέν τισ ἡ χώρα· τὸ δὲ μέγεθοσ πάρισόσ πώσ ἐστιν εἰσ πλάτοσ καὶ μῆκοσ· δοκεῖ δὲ μέγιστον εἶναι μῆκοσ τῆσ Μηδίασ τὸ ἀπὸ τῆσ τοῦ Ζάγρου ὑπερθέσεωσ, ἥπερ καλεῖται Μηδικὴ πύλη, εἰσ Κασπίουσ πύλασ διὰ τῆσ Σιγριανῆσ σταδίων τετρακισχιλίων ἑκατόν. τῷ δὲ μεγέθει καὶ τῇ δυνάμει τῆσ χώρασ ὁμολογεῖ καὶ ἡ περὶ τῶν φόρων ἱστορία· τῆσ γὰρ Καππαδοκίασ παρεχούσησ τοῖσ Πέρσαισ κατ’ ἐνιαυτὸν πρὸσ τῷ ἀργυρικῷ τέλει ἵππουσ χιλίουσ καὶ πεντακοσίουσ, ἡμιόνουσ δὲ δισχιλίουσ, προβάτων δὲ πέντε μυριάδασ, διπλάσια σχεδόν τι τούτων ἐτέλουν οἱ Μῆδοι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기