호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
βασίλειον δ’ αὐτῶν θερινὸν μὲν ἐν πεδίῳ ἱδρυμένον Γάζακα, χειμερινὸν δὲ ἐν φρουρίῳ ἐρυμνῷ Ουἔρα, ὅπερ Ἀντώνιοσ ἐπολιόρκησε κατὰ τὴν ἐπὶ Παρθυαίουσ στρατείαν. διέχει δὲ τοῦτο τοῦ Ἀράξου ποταμοῦ τοῦ ὁρίζοντοσ τήν τε Ἀρμενίαν καὶ τὴν Ἀτροπατηνὴν σταδίουσ δισχιλίουσ καὶ τετρακοσίουσ, ὥσ φησιν ὁ Δέλλιοσ ὁ τοῦ Ἀντωνίου φίλοσ, συγγράψασ τὴν ἐπὶ Παρθυαίουσ αὐτοῦ στρατείαν ἐν ᾗ παρῆν καὶ αὐτὸσ ἡγεμονίαν ἔχων. ἔστι δὲ τῆσ χώρασ ταύτησ τὰ μὲν ἄλλα εὐδαίμονα χωρία, ἡ δὲ προσάρκτιοσ ὀρεινὴ καὶ τραχεῖα καὶ ψυχρά, Καδουσίων κατοικία τῶν ὀρεινῶν καὶ Ἀμάρδων καὶ Ταπύρων καὶ Κυρτίων καὶ ἄλλων τοιούτων, οἳ μετανάσται εἰσὶ καὶ λῃστρικοί. καὶ γὰρ ὁ Ζάγροσ καὶ ὁ Νιφάτησ κατεσπαρμένα ἔχουσι τὰ ἔθνη ταῦτα, καὶ οἱ ἐν τῇ Περσίδι Κύρτιοι καὶ Μάρδοι καὶ γὰρ οὕτω λέγονται οἱ Ἄμαρδοι καὶ οἱ ἐν τῇ Ἀρμενίᾳ μέχρι νῦν ὁμωνύμωσ προσαγορευόμενοι τῆσ αὐτῆσ εἰσὶν ἰδέασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기