- 텍스트

Strabo, Geography, Book 11, chapter 13 3:

(스트라본, 지리학, Book 11, chapter 13 3:)

κεῖται δὲ ἡ χώρα τῇ μὲν Ἀρμενίᾳ πρὸς ἑώ τῇ δὲ μεγάλῃ Μηδίᾳ πρὸς δύσιν, πρὸς ἄρκτον δ ἀμφοτέραις:? τοῖς δὲ περὶ τὸν μυχὸν τῆς Ὑρκανίας θαλάττης καὶ τῇ Ματιανῇ ἀπὸ νότου παράκειται. ἔστι δ οὐ μικρὰ κατὰ τὴν δύναμιν, ὥς φησιν Ἀπολλωνίδης, ἥ γε καὶ μυρίους ἱππέας δύναται παρέχεσθαι, πεζῶν δὲ τέτταρας μυριάδας. λίμνην δ ἔχει τὴν Καπαῦτα, ἐν ᾗ ἅλες ἐπανθοῦντες πήττονται: εἰσὶ δὲ κνησμώδεις καὶ ἐπαλγεῖς: ἔλαιον δὲ τοῦ πάθους ἄκος, ὕδωρ δὲ γλυκὺ τοῖς καπυρωθεῖσιν ἱματίοις, εἴ τις κατ ἄγνοιαν βάψειεν εἰς αὐτὴν πλύσεως χάριν. ἔχουσι δ ἰσχυροὺς γείτονας τοὺς Ἀρμενίους καὶ τοὺς Παρθυαίους, ὑφ ὧν περικόπτονται πολλάκις: ἀντέχουσι δ ὅμως καὶ ἀπολαμβάνουσι τὰ ἀφαιρεθέντα, καθάπερ τὴν Συμβάκην ἀπέλαβον παρὰ τῶν Ἀρμενίων ὑπὸ Ῥωμαίοις γεγονότων, καὶ αὐτοὶ προσεληλύθασι τῇ φιλίᾳ τῇ πρὸς Καίσαρα: θεραπεύουσι δ ἅμα καὶ τοὺς Παρθυαίους.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION