호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐντεῦθεν δὲ ἀμφότεροι ῥέουσιν οἱ τὴν Μεσοποταμίαν ἐγκυκλούμενοι ποταμοὶ καὶ συνάπτοντεσ ἀλλήλοισ ἐγγὺσ κατὰ τὴν Βαβυλωνίαν, εἶτα ἐκδιδόντεσ εἰσ τὴν κατὰ Πέρσασ θάλατταν, ὅ τε Εὐφράτησ καὶ Τίγρισ. ἔστι δὲ καὶ μείζων ὁ Εὐφράτησ καὶ πλείω διέξεισι χώραν σκολιῷ τῷ ῥείθρῳ, τὰσ πηγὰσ ἔχων ἐν τῷ προσβορείῳ μέρει τοῦ Ταύρου, ῥέων δ’ ἐπὶ δύσιν διὰ τῆσ Ἀρμενίασ τῆσ μεγάλησ καλουμένησ μέχρι τῆσ μικρᾶσ, ἐν δεξιᾷ ἔχων ταύτην ἐν ἀριστερᾷ δὲ τὴν Ἀκιλισηνήν· εἶτ’ ἐπιστρέφει πρὸσ νότον, συνάπτει δὲ κατὰ τὴν ἐπιστροφὴν τοῖσ Καππαδόκων ὁρίοισ· δεξιᾷ δὲ ταῦτα ἀφεὶσ καὶ τὰ τῶν Κομμαγηνῶν, ἀριστερᾷ δὲ τὴν Ἀκιλισηνὴν καὶ Σωφηνὴν τῆσ μεγάλησ Ἀρμενίασ πρόεισιν ἐπὶ τὴν Συρίαν καὶ λαμβάνει πάλιν ἄλλην ἐπιστροφὴν εἰσ τὴν Βαβυλωνίαν καὶ τὸν Περσικὸν κόλπον. ὁ δὲ Τίγρισ ἐκ τοῦ νοτίου μέρουσ τοῦ αὐτοῦ ὄρουσ ἐνεχθεὶσ ἐπὶ τὴν Σελεύκειαν συνάπτει τῷ Εὐφράτῃ πλησίον καὶ ποιεῖ τὴν Μεσοποταμίαν πρὸσ αὐτόν, εἶτ’ ἐκδίδωσι καὶ αὐτὸσ εἰσ τὸν αὐτὸν κόλπον. διέχουσι δὲ ἀλλήλων αἱ πηγαὶ τοῦ τε Εὐφράτου καὶ τοῦ Τίγριοσ περὶ δισχιλίουσ καὶ πεντακοσίουσ σταδίουσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기