호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καταβαίνοντι δ’ εἰσ τὰσ ὑπωρείασ ἀρκτικώτερα μέν ἐστι τὰ κλίματα, ἡμερώτερα δέ· ἤδη γὰρ συνάπτει τοῖσ πεδίοισ τῶν Σιράκων. εἰσὶ δὲ καὶ τρωγλοδύται τινὲσ ἐν φωλεοῖσ οἰκοῦντεσ διὰ τὰ ψύχη, παρ’ οἷσ ἤδη καὶ ἀλφίτων ἐστὶν εὐπορία· μετὰ δὲ τοὺσ τρωγλοδύτασ καὶ χαμαικοῖται καὶ πολυφάγοι τινὲσ καλούμενοι καὶ αἱ τῶν Εἰσαδίκων κῶμαι, δυναμένων γεωργεῖν διὰ τὸ μὴ παντελῶσ ὑποπεπτωκέναι ταῖσ ἄρκτοισ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기