- 텍스트

Strabo, Geography, Book 11, chapter 4 4:

(스트라본, 지리학, Book 11, chapter 4 4:)

τάχα μὲν οὖν τῷ τοιούτῳ γένει τῶν ἀνθρώπων οὐδὲν δεῖ θαλάττης:? εὐερνῆ δ ἐστὶ καὶ τὰ βοσκήματα παρ αὐτοῖς τά τε ἥμερα καὶ τὰ ἄγρια. οὐδὲ γὰρ τῇ γῇ χρῶνται κατ ἀξίαν, πάντα μὲν ἐκφερούσῃ καρπὸν καὶ τὸν ἡμερώτατον, πᾶν δὲ φυτόν: καὶ γὰρ τὰ ἀειθαλῆ φέρει: τυγχάνει δ ἐπιμελείας οὐδὲ μικρᾶς ἀλλὰ τάγ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται, καθάπερ οἱ στρατεύσαντές φασι, Κυκλώπειόν τινα διηγούμενοι βίον: πολλαχοῦ γὰρ σπαρεῖσαν ἅπαξ δὶς ἐκφέρειν καρπὸν ἢ καὶ τρίς, τὸν δὲ πρῶτον καὶ πεντηκοντάχουν, ἀνέαστον καὶ ταῦτα οὐδὲ σιδήρῳ τμηθεῖσαν ἀλλ αὐτοξύλῳ ἀρότρῳ. ποτίζεται δὲ πᾶν τὸ πεδίον τοῦ Βαβυλωνίου καὶ τοῦ Αἰγυπτίου μᾶλλον τοῖς ποταμοῖς καὶ τοῖς ἄλλοις ὕδασιν ὥστ ἀεὶ ποώδη φυλάττειν τὴν ὄψιν: διὰ δὲ τοῦτο καὶ εὔβοτόν ἐστι: πρόσεστι δὲ καὶ τὸ εὐάερον ἐκείνων μᾶλλον. ἄσκαφοι δ αἱ ἄμπελοι μένουσαι διὰ τέλους, τεμνόμεναι δὲ διὰ πενταετηρίδος, νέαι μὲν διετεῖς ἐκφέρουσιν ἤδη καρπόν, τέλειαι δ ἀποδιδόασι τοσοῦτον ὥστ ἀφιᾶσιν ἐν τοῖς κλήμασι πολὺ μέρος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION