- 텍스트

Strabo, Geography, Book 11, chapter 2 16:

(스트라본, 지리학, Book 11, chapter 2 16:)

τῶν Μαιωτῶν δ εἰσὶν αὐτοί τε οἱ Σινδοὶ καὶ Δανδάριοι καὶ Τορέται καὶ Ἄγροι καὶ Ἀρρηχοί, ἔτι δὲ Τάρπητες Ὀβιδιακηνοὶ Σιττακηνοὶ Δόσκοι, ἄλλοι πλείους:? τούτων δ εἰσὶ καὶ οἱ Ἀσπουργιανοὶ μεταξὺ Φαναγορείας οἰκοῦντες καὶ Γοργιπίας ἐν πεντακοσίοις σταδίοις, οἷς ἐπιθέμενος Πολέμων ὁ βασιλεὺς ἐπὶ προσποιήσει φιλίας οὐ λαθὼν ἀντεστρατηγήθη καὶ ζωγρίᾳ ληφθεὶς ἀπέθανε. τῶν τε συμπάντων Μαιωτῶν τῶν Ἀσιανῶν οἱ μὲν ὑπήκουον τῶν τὸ ἐμπόριον ἐχόντων τὸ ἐν τῷ Τανάιδι οἱ δὲ τῶν Βοσπορανῶν: τοτὲ δ ἀφίσταντο ἄλλοτ ἄλλοι. πολλάκις δ οἱ τῶν Βοσπορανῶν ἡγεμόνες καὶ τὰ μέχρι τοῦ Τανάιδος κατεῖχον καὶ μάλιστα οἱ ὕστατοι, Φαρνάκης καὶ Ἄσανδρος καὶ Πολέμων. Φαρνάκης δέ ποτε καὶ τὸν Ὕπανιν τοῖς Δανδαρίοις ἐπαγαγεῖν λέγεται διά τινος παλαιᾶς διώρυγος ἀνακαθάρας αὐτὴν καὶ κατακλύσαι τὴν χώραν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION