- 텍스트

Polybius, Histories, book 12, chapter 25b

(폴리비오스, Histories, book 12, chapter 25b)

Ὅτι τῆς ἱστορίας ἰδίωμα τοῦτ ἐστὶ τὸ πρῶτον μὲν αὐτοὺς τοὺς κατ ἀλήθειαν εἰρημένους, οἱοί῀ ποτ ἂν ὦσι, γνῶναι λόγους, δεύτερον τὴν αἰτίαν πυνθάνεσθαι, παρ ἣν ἢ διέπεσεν ἢ κατωρθώθη τὸ πραχθὲν ἢ ῥηθέν:? ἐπεὶ ψιλῶς λεγόμενον αὐτὸ τὸ γεγονὸς ψυχαγωγεῖ μέν, ὠφελεῖ δ οὐδέν:

προστεθείσης δὲ τῆς αἰτίας ἔγκαρπος ἡ τῆς ἱστορίας γίνεται χρῆσις. ἐκ γὰρ τῶν ὁμοίων ἐπὶ τοὺς οἰκείους μεταφερομένων καιροὺς ἀφορμαὶ γίνονται καὶ προλήψεις εἰς τὸ προϊδέσθαι τὸ μέλλον, καὶ ποτὲ μὲν εὐλαβηθῆναι, ποτὲ δὲ μιμούμενον τὰ προγεγονότα θαρραλεώτερον ἐγχειρεῖν τοῖς ἐπιφερομένοις:

ὁ δὲ καὶ τοὺς ῥηθέντας λόγους καὶ τὴν αἰτίαν παρασιωπῶν, ψευδῆ δ ἀντὶ τούτων ἐπιχειρήματα καὶ διεξοδικοὺς λέγων λόγους, ἀναιρεῖ τὸ τῆς ἱστορίας ἴδιον:

ὃ μάλιστα ποιεῖ Τίμαιος: καὶ διότι τούτου τοῦ γένους ἐστὶ πλήρη τὰ βυβλία παρ αὐτῷ, πάντες γινώσκομεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION