- 텍스트

Polybius, Histories, book 12, chapter 22

(폴리비오스, Histories, book 12, chapter 22)

Τὰ μὲν γὰρ ἅμα τούτοις ἀλογήματα μακρὸν ἂν εἰή λέγειν πάντα πλὴν τελέως ὀλίγων.? φησὶ γὰρ τὸν Ἀλέξανδρον σπουδάζειν κατὰ τὴν τάξιν, ἵνα κατὰ τὸν Δαρεῖον αὐτὸν ποιήσηται τὴν μάχην:

ὁμοίως δὲ κατὰ μὲν ἀρχὰς καὶ τὸν Δαρεῖον αὐτὸν βούλεσθαι κατὰ τὸν Ἀλέξανδρον, ὕστερον δὲ μετανοῆσαι. πῶς δ ἐπέγνωσαν ἀλλήλους οὗτοι ποῦ τῆς ἰδίας δυνάμεως ἔχουσι τὴν τάξιν, ἢ ποῦ μετέβη πάλιν ὁ Δαρεῖος, ἁπλῶς οὐδὲν λέγεται.

πῶς δὲ προσανέβη πρὸς τὴν ὀφρὺν τοῦ ποταμοῦ φαλαγγιτῶν τάξις, ἀπότομον οὖσαν καὶ βατώδη·

καὶ γὰρ τοῦτο παρὰ λόγον. τῷ δὲ συγγραφεῖ μᾶλλον, ὃς διὰ τὴν ἀπειρίαν οὐδὲ τὸ δυνατὸν καὶ τὸ μὴ δυνατὸν ἐν τοῖς τοιούτοις δύναται διευκρινεῖν.

περὶ μὲν οὖν Ἐφόρου καὶ Καλλισθένους ταῦθ ἡμῖν εἰρήσθω.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION