- 텍스트

Polybius, Histories, book 12, chapter 21

(폴리비오스, Histories, book 12, chapter 21)

Τὸ δὲ δὴ πάντων μέγιστον:? ἤδη γὰρ σύνεγγυς ὄντα τοῖς πολεμίοις αὐτὸν εἰς ὀκτὼ ποιῆσαί φησι τὸ βάθος. ἐξ οὗ δῆλον ὅτι κατ ἀνάγκην ἐπὶ τετταράκοντα σταδίους ἔδει γενέσθαι τὸ μῆκος τῆς φάλαγγος.

εἰ δ ὅλως συνήσπισαν κατὰ τὸν ποιητὴν οὕτως ὥστε συνερεῖσαι πρὸς ἀλλήλους, ὅμως εἴκοσι σταδίων ἔδει τὸν τόπον ὑπάρχειν.

αὐτὸς δέ φησι λείπειν τῶν δεκατεττάρων σταδίων καὶ τούτου μέρος μέν τι πρὸς θαλάττῃ τοὺς ἡμίσεας ἐπὶ τοῦ δεξιοῦ:

ἔτι δὲ τὴν ὅλην τάξιν ἀπὸ τῶν ὀρῶν ἱκανὸν τόπον ἀφεστάναι πρὸς τὸ μὴ τοῖς πολεμίοις ὑποπεπτωκέναι τοῖς κατέχουσι τὰς παρωρείας.

ἴσμεν γὰρ ὃ ποιεῖ πρὸς τούτους ἐπικάμπιον.

Ὑπολειπόμεθα καὶ νῦν ἡμεῖς τοὺς μυρίους πεζούς, πλείους ὄντας τῆς ἐκείνου προθέσεως. ὥστ ἐκ τούτων ἕνδεκα σταδίους ἐπὶ τὸ πλεῖον ἀπολείπεσθαι τὸ τῆς φάλαγγος μῆκος κατ αὐτὸν τὸν Καλλισθένην, ἐν οἷς ἀνάγκη τοὺς τρισμυρίους καὶ δισχιλίους ἐπὶ τριάκοντα τὸ βάθος ὑπάρχειν συνησπικότας.

ὁ δέ φησιν εἰς ὀκτὼ τεταγμένων γενέσθαι τὴν μάχην.

τὰ δὲ τοιαῦτα τῶν ἁμαρτημάτων οὐδ ἀπολογίαν ἐπιδέχεται:

τὸ γὰρ ἀδύνατον ἐν πράγμασιν αὐτόθεν ἔχει τὴν πίστιν. διόπερ ὅταν καὶ τὰ κατ ἄνδρα διαστήματα καὶ τὸ πᾶν τοῦ τόπου μέγεθος ὡρισμένον ὑποθῶσι καὶ τὸν ἀριθμὸν τῶν ἀνδρῶν, ἀναπολόγητον γίνεται τὸ ψεῦδος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION