- 텍스트

Polybius, Histories, book 12, chapter 19

(폴리비오스, Histories, book 12, chapter 19)

Τούτοις δ ἐστὶ παραπλήσια τὰ κατὰ τὸν Ἀλέξανδρον.? μέλλοντι δ εἰς Κιλικίαν ἐμβάλλειν ἄλλους ἐλθεῖν ἐκ Μακεδονίας πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δ ὀκτακοσίους.

ἀφ ὧν εἴ τις ἀφέλοι τρισχιλίους μὲν πεζούς, τριακοσίους δ ἱππεῖς, ἐπὶ τὸ πλεῖον ποιῶν τὴν ἀπουσίαν πρὸς τὰς γεγενημένας χρείας, ὅμως πεζοὶ μὲν ἀπολειφθήσονται τετρακισμύριοι δισχίλιοι, πεντακισχίλιοι δ ἱππεῖς.

τούτων οὖν ὑποκειμένων, φησὶ τὸν Ἀλέξανδρον πυθέσθαι τὴν Δαρείου παρουσίαν εἰς Κιλικίαν ἑκατὸν ἀπέχοντα σταδίους ἀπ αὐτοῦ, διαπεπορευμένον ἤδη τὰ στενά:

διόπερ ἐξ ὑποστροφῆς πάλιν ποιεῖσθαι τὴν πορείαν διὰ τῶν στενῶν, ἄγοντα πρῶτον μὲν τὴν φάλαγγα, μετὰ δὲ ταῦτα τοὺς ἱππεῖς, ἐπὶ πᾶσι τὸ σκευοφόρον.

διασκευάζεσθαι παραγγείλαντα πᾶσιν ἐπιπαρεμβαλεῖν τὴν φάλαγγα, καὶ ποιῆσαι τὸ βάθος αὐτῆς ἐπὶ τριάκοντα καὶ δύο, μετὰ δὲ ταῦτα πάλιν εἰς ἑκκαίδεκα, τὸ δὲ τελευταῖον, ἐγγίζοντα τοῖς πολεμίοις, εἰς ὀκτώ.

ταῦτα δ ἐστὶ μείζω τῶν προειρημένων ἀλογήματα.

φανερὸν ὅτι τὰ δέκα στάδια λήψεται μυρίους ἑξακισχιλίους, τὰ δ εἴκοσι τοὺς διπλασίους.

ἐκ δὲ τούτων εὐθεώρητον ὅτι καθ ὃν καιρὸν ἐποίησε τὴν δύναμιν Ἀλέξανδρος ἑκκαίδεκα τὸ βάθος, ἀναγκαῖον ἦν εἴκοσι σταδίων ὑπάρχειν τὸ τοῦ τόπου διάστημα καὶ περιττεύειν ἔτι τοὺς μὲν ἱππεῖς πάντας, τῶν δὲ πεζῶν μυρίους.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION