호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πῶς δὲ προέταξε τούτους πρὸ τῆς φάλαγγος, τοῦ ποταμοῦ ῥέοντος παρ αὐτὴν τὴν στρατοπεδείαν, δυσχερὲς κατανοῆσαι, καὶ ταῦτα τῷ πλήθει τοσούτων ὑπαρχόντων.? τρισμύριοι μὲν γὰρ ἱππεῖς ὑπῆρχον, ὡς αὐτὸς ὁ Καλλισθένης φησί, τρισμύριοι δὲ μισθοφόροι:
πόσου δ εἶχον οὗτοι τόπου χρείαν, εὐχερὲς καταμαθεῖν. πλεῖστον μὲν γὰρ ἱππέων τάττεται βάθος ἐπ ὀκτὼ πρὸς ἀληθινὴν χρείαν, καὶ μεταξὺ τῶν ἰλῶν ἑκάστης ἴσον ὑπάρχειν δεῖ διάστημα τοῖς μετώποις πρὸς τὸ ταῖς ἐπιστροφαῖς δύνασθαι καὶ τοῖς περισπασμοῖς εὐχρηστεῖν.
ἐξ ὧν τὸ στάδιον ὀκτακοσίους λαμβάνει, τὰ δὲ δέκα τοὺς ὀκτακισχιλίους, τὰ δὲ τέτταρα τρισχιλίους διακοσίους, ὥστ ἀπὸ τῶν μυρίων χιλίων διακοσίων πεπληρῶσθαι τὸν τῶν τετταρεσκαίδεκα σταδίων τόπον.
ἐὰν δὲ πάντας ἐκτάττῃ τοὺς τρισμυρίους, βραχὺ λείπει τοῦ τριφαλαγγίαν ἐπάλληλον εἶναι τῶν ἱππέων αὐτῶν.
εἰς ποῖον οὖν τόπον ἐτάττετο τὸ τῶν μισθοφόρων πλῆθος·
εἰ μὴ νὴ Δία κατόπιν τῶν ἱππέων. ἀλλ οὔ φησιν, ἀλλὰ συμπεπτωκέναι τούτους τοῖς Μακεδόσι κατὰ τὴν ἐπαγωγήν. ἐξ ὧν ἀνάγκη ποιεῖσθαι τὴν ἐκδοχὴν διότι τὸ μὲν ἥμισυ τοῦ τόπου τὸ παρὰ θάλατταν ἡ τῶν ἱππέων ἐπεῖχε τάξις, τὸ δ ἥμισυ τὸ πρὸς τοῖς ὄρεσιν ἡ τῶν μισθοφόρων.
ἐκ δὲ τούτων εὐσυλλόγιστον πόσον ὑπῆρχε τὸ βάθος τῶν ἱππέων καὶ ποῖον ἔδει τόπον ἀπέχειν τὸν ποταμὸν ἀπὸ τῆς στρατοπεδείας.
μετὰ δὲ ταῦτα συνεγγιζόντων τῶν πολεμίων φησὶ τὸν Δαρεῖον αὐτόν, κατὰ μέσην ὑπάρχοντα τὴν τάξιν, καλεῖν τοὺς μισθοφόρους ἀπὸ τοῦ κέρατος πρὸς αὑτόν.
πῶς δὲ λέγεται τοῦτο, διαπορεῖν ἔστι:
τῶν γὰρ μισθοφόρων ἀνάγκη καὶ τῶν ἱππέων τὴν συναφὴν κατὰ μέσον ὑπάρχειν τὸν τόπον, ὥστ ἐν αὐτοῖς ὢν τοῖς μισθοφόροις ὁ Δαρεῖος ποῦ καὶ πρὸς τί καὶ πῶς ἐκάλει τοὺς μισθοφόρους· τὸ δὲ τελευταῖόν φησι τοὺς ἀπὸ τοῦ δεξιοῦ κέρατος ἱππεῖς ἐπαγαγόντας ἐμβαλεῖν τοῖς περὶ τὸν Ἀλέξανδρον, τοὺς δὲ γενναίως δεξαμένους ἀντεπάγειν καὶ ποιεῖν μάχην ἰσχυράν.
ὅτι δὲ ποταμὸς ἦν ἐν μέσῳ, καὶ ποταμὸς οἱο῀ν ἀρτίως εἶπεν, ἐπελάθετο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기