- 텍스트

Polybius, Histories, book 12, chapter 4c

(폴리비오스, Histories, book 12, chapter 4c)

ἐκ τῆς τοῦ ζῴου πτώσεως.? ὁ δὲ Τίμαιος περὶ τοῦτο τὸ μέρος τῆς ἀλογίας οὐ μόνον ἀπειρίαν, ἔτι δὲ μᾶλλον ὀψιμαθίαν δοκεῖ μοι πολλὴν ἐπιφαίνειν, ὅς γε, διότι θύουσιν ἵππον, εὐθέως ὑπέλαβε τοῦτο ποιεῖν αὐτοὺς διὰ τὸ τὴν Τροίαν ἀφ ἵππου δοκεῖν ἑαλωκέναι. Πλὴν ὅτι γε κακῶς ἱστόρηκε καὶ τὰ περὶ τὴν Λιβύην καὶ τὰ περὶ τὴν Σαρδόνα, καὶ μάλιστα τὰ κατὰ τὴν Ἰταλίαν, ἐκ τούτων ἐστὶ συμφανές, καὶ καθόλου διότι τὸ περὶ τὰς ἀνακρίσεις μέρος ἐπισέσυρται παρ αὐτῷ τελέως:

ὅπερ ἐστὶ κυριώτατον τῆς ἱστορίας.

καταλείπεται πυνθάνεσθαι μὲν ὡς παρὰ πλείστων, πιστεύειν δὲ τοῖς ἀξίοις πίστεως, κριτὴν δ εἶναι τῶν προσπιπτόντων μὴ κακόν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION