호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κατὰ τοῦτο μάλιστά τις ἂν ἐπισημήναιτο, διότι πολλοὺς μὲν χρόνους ἐν τῇ πολεμίᾳ διατρίψας, πολλοῖς δὲ καιροῖς καὶ ποικίλοις χρησάμενος, ἔσφηλε μὲν τοὺς ὑπεναντίους πολλάκις ἐν ταῖς κατὰ μέρος χρείαις διὰ τὴν ἰδίαν ἀγχίνοιαν, ἐσφάλη δ οὐδέποτε τοσούτους καὶ τηλικούτους ἀγῶνας χειρίσας:? τοιαύτην ἐποιεῖτο τὴν πρόνοιαν, ὡς ἐοίκε, περὶ τῆς ἀσφαλείας αὑτοῦ.
καὶ μάλ εἰκότως: κἄν ποτε πέσῃ τὰ ὅλα, πολλὰς ἀφορμὰς ἡ τύχη δίδωσι πρὸς τὸ πάλιν ἀνακτήσασθαι τὰς ἐκ τῶν περιπετειῶν ἐλαττώσεις:
πταίσαντος δέ, καθάπερ ἐν νηὶ τοῦ κυβερνήτου, κἂν [τὸ νικᾶν] ἡ τύχη τοῖς πολλοῖς παραδιδῷ κρατεῖν τῶν ἐχθρῶν, οὐδὲν ὄφελος γίνεται διὰ τὸ πάσας ἐξηρτῆσθαι τὰς ἐλπίδας ἑκάστοις ἐκ τῶν ἡγουμένων.
ταῦτα μὲν οὖν εἰρήσθω μοι πρὸς τοὺς ἢ διὰ κενοδοξίαν ἢ μειρακιώδει παραστάσει περιπίπτοντας τοῖς τοιούτοις ἀλογήμασιν ἢ δι ἀπειρίαν ἢ διὰ καταφρόνησιν:
ἓν γὰρ ἀεί τι τῶν προειρημένων αἴτιον γίνεται τῶν τοιούτων περιπετειῶν.
οὓς εἶχον ὀλίγον ἐξωτέρω διὰ μηχανημάτων ἀνημμένους, αἰφνίδιον καθῆκαν καὶ ἐπεβάλοντο, καὶ τούτους κατασχόντες πρὸ τοῦ τείχους ἀνεσκολόπισαν.?
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기