호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Εὥς μὲν οὖν τούτων τῶν τόπων ἤλπισεν αὐτὸν ἥξειν Ἀρσάκης, τὴν δ ἔρημον τὴν τούτοις πρόσχωρον οὐ τολμήσειν ἔτι δυνάμει τηλικαύτῃ διεκβαλεῖν, καὶ μάλιστα διὰ τὴν ἀνυδρίαν.? ἐπιπολῆς μὲν γὰρ οὐδέν ἐστι φαινόμενον ὕδωρ ἐν τοῖς προειρημένοις τόποις, ὑπόνομοι δὲ πλείους εἰσὶ καὶ διὰ τῆς ἐρήμου φρεατίας ἔχοντες ἀγνοουμένας τοῖς ἀπείροις.
περὶ δὲ τούτων ἀληθὴς παραδίδοται λόγος διὰ τῶν ἐγχωρίων, ὅτι καθ οὓς χρόνους Πέρσαι τῆς Ἀσίας ἐπεκράτουν, ἔδωκαν τοῖς ἐπί τινας τόπους τῶν μὴ πρότερον ἀρδευομένων ἐπεισαγομένοις ὕδωρ πηγαῖον ἐπὶ πέντε γενεὰς καρπεῦσαι τὴν χώραν:
ὅθεν ἔχοντος τοῦ Ταύρου πολλὰς καὶ μεγάλας ὑδάτων ἀπορρύσεις, πᾶσαν ἐπεδέχοντο δαπάνην καὶ κακοπάθειαν, ἐκ μακροῦ κατασκευάζοντες τοὺς ὑπονόμους, ὥστε κατὰ τοὺς νῦν καιροὺς μηδὲ τοὺς χρωμένους τοῖς ὕδασι γινώσκειν τὰς ἀρχὰς τῶν ὑπονόμων πόθεν ἔχουσι τὰς ἐπιρρύσεις.
πλὴν ὁρῶν Ἀρσάκης ἐπιβαλόμενον αὐτὸν τῇ διὰ τῆς ἐρήμου πορείᾳ, τὸ τηνικάδε χωννύειν καὶ φθείρειν ἐνεχείρησε τὰς φρεατίας.
ὁ δὲ βασιλεύς, ἐξαγγελθέντος αὐτῷ, πάλιν ἐξαπέστειλε τοὺς περὶ Νικομήδην μετὰ χιλίων ἱππέων, οἳ καὶ καταλαβόντες τὸν Ἀρσάκην μετὰ τῆς δυνάμεως ὑποκεχωρηκότα, τινὰς δὲ τῶν ἱππέων φθείροντας τὰ στόματα τῶν ὑπονόμων, τούτους μὲν ἐξ ἐφόδου τρεψάμενοι φυγεῖν ἠνάγκασαν, αὐτοὶ δὲ πάλιν ἀνεχώρησαν ὡς τὸν Ἀντίοχον.
ὁ δὲ βασιλεὺς διανύσας τὴν ἔρημον ἧκε πρὸς τὴν Ἑκατόμπυλον προσαγορευομένην, ἣ κεῖται μὲν ἐν μέσῃ τῇ Παρθυηνῇ, τῶν δὲ διόδων τῶν φερουσῶν ἐπὶ πάντας τοὺς πέριξ τόπους ἐνταῦθα συμπιπτουσῶν ἀπὸ τοῦ συμβαίνοντος ὁ τόπος εἴληφε τὴν προσηγορίαν.?
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기