- 텍스트

Polybius, Histories, book 10, chapter 23

(폴리비오스, Histories, book 10, chapter 23)

Ἦσαν δὲ κινήσεις, ἃς ὑπελάμβανε πρὸς πάντα καιρὸν ἁρμόζειν, αἷς ἔδει συνειθίσθαι τοὺς ἱππεῖς, αὗται:? ἐπὶ δὲ τούτοις ἐκτάξεις ἐφ ἑκατέρων τῶν κεράτων ἢ διὰ παρεμβολῆς ἢ διὰ παραγωγῆς τῆς παρὰ τοὺς οὐραγούς.

τὰς μὲν γὰρ κατὰ περίκλασιν οὐ προσδεῖσθαι μελέτης ἔφη:

σχεδὸν γὰρ ὡς ἂν εἰ πορείας ἔχειν διάθεσιν. ὡς ἱππέων λελυκότων τὴν τάξιν τὴν ἐν οὐλαμοῖς, αἱρουμένων κινδυνεύειν, οὐδὲν ἐπισφαλέστερον ὑπάρχον οὐδ ἀχρειότερον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION