호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦτον τὸν τρόπον ἐγένοντο κύριοι Ῥωμαῖοι:? εἰς δὲ τὴν ἐπαύριον ἁθροισθείσης εἰς τὴν ἀγορὰν τῆς τε τῶν στρατευομένων παρὰ τοῖς Καρχηδονίοις ἀποσκευῆς καὶ τῆς τῶν πολιτικῶν καὶ τῶν ἐργαστικῶν κατασκευῆς, ταῦτα μὲν ἐμέριζον οἱ χιλίαρχοι τοῖς ἰδίοις στρατοπέδοις κατὰ τὸ παρ αὑτοῖς ἔθος. ἔστι δὲ παρὰ Ῥωμαίοις τοιαύτη τις ἡ περὶ τὰς τῶν πόλεων καταλήψεις οἰκονομία.
ποτὲ μὲν γὰρ ἑκάστης σημαίας πρὸς τὴν πρᾶξιν ἀπομερίζονταί τινες τῶν ἀνδρῶν κατὰ τὸ μέγεθος τῆς πόλεως, ποτὲ δὲ κατὰ σημαίας μερίζουσιν αὐτούς. οὐδέποτε δὲ πλείους ἀποτάττονται πρὸς τοῦτο τῶν ἡμίσεων:
οἱ δὲ λοιποὶ μένοντες κατὰ τὰς τάξεις ἐφεδρεύουσι, ποτὲ μὲν ἐκτὸς τῆς πόλεως, ποτὲ δὲ πάλιν ἐντός, ἀεὶ πρὸς τὸ δεικνύειν. κἄπειτα πραθέντων τούτων οἱ χιλίαρχοι διανέμουσι πᾶσιν ἴσον, οὐ μόνον τοῖς μείνασιν ἐν ταῖς ἐφεδρείαις, ἀλλὰ καὶ τοῖς τὰς σκηνὰς φυλάττουσι τοῖς τ ἀρρωστοῦσι καὶ τοῖς ἐπί τινα λειτουργίαν ἀπεσταλμένοις.
ὑπὲρ τούτου δὲ τοῦ μέρους εἴρηται πρότερον ἡμῖν διὰ πλειόνων ἐν τοῖς περὶ τῆς πολιτείας.
λοιπὸν ὅταν οἱ μὲν ἡμίσεις τράπωνται πρὸς τὰς ἁρπαγάς, οἱ δ ἡμίσεις διαφυλάττοντες τὰς τάξεις ἐφεδρεύωσι τούτοις, οὐδέποτε κινδυνεύει Ῥωμαίοις τὰ ὅλα διὰ πλεονεξίαν.
τῆς γὰρ ἐλπίδος τῆς κατὰ τὴν ὠφέλειαν οὐκ ἀπιστουμένης ἀλλήλοις, ἀλλ ἐπ ἴσης ἑστηκυίας τοῖς μένουσι κατὰ τὰς ἐφεδρείας καὶ τοῖς διαρπάζουσιν, οὐδεὶς ἀπολείπει τὰς τάξεις:?
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기