호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ πρὶν ἐξελθεῖν προσέπταισε πρὸσ τὸν οὐδόν, σφοδρᾶσ οὕτω πληγῆσ γενομένησ ὥστε τὸν μὲν ὄνυχα τοῦ μεγάλου δακτύλου ῥαγῆναι, τὸ δὲ αἷμα διὰ τοῦ ὑποδήματοσ ἔξω φέρεσθαι. μικρὸν δὲ αὐτοῦ προελθόντοσ ὤφθησαν ὑπὲρ κεράμου μαχόμενοι κόρακεσ ἐν ἀριστερᾷ· καὶ πολλῶν, ὡσ εἰκὸσ, ἀνθρώπων παρερχομένων, κατ’ αὐτὸν τὸν Τιβέριον λίθοσ ἀπωσθεὶσ ὑπὸ θατέρου τῶν κοράκων ἔπεσε παρὰ τὸν πόδα. τοῦτο καὶ τοὺσ θρασυτάτουσ τῶν περὶ αὐτὸν ἐπέστησεν ἀλλὰ Βλόσσιοσ ὁ Κυμαῖοσ παρὼν αἰσχύνην ἔφη καὶ κατήφειαν ἂν εἶναι πολλήν εἰ Τιβέριοσ, Γράγχου μὲν υἱόσ, Ἀφρικανοῦ δὲ Σκηπίωνοσ θυγατριδοῦσ, προστάτησ δὲ τοῦ Ῥωμαίων δήμου, κόρακα δείσασ οὐχ ὑπακούσειε τοῖσ πολίταισ καλοῦσι·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기