호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡσ οὖν ταῦτα τοῖσ περί αὑτὸν ἐξήγγειλεν ὁ Τιβέριοσ, οὗτοι μὲν εὐθὺσ τάσ τε τηβέννουσ περιεζώννυντο, καὶ τὰ τῶν ὑπηρετῶν δόρατα συγκλῶντεσ οἷσ ἀνείργουσι τὸν ὄχλον, διελάμβανον ὡσ ἀμυνούμενοι τοῖσ κλάσμασι τοὺσ ἐπερχομένουσ. τῶν δὲ ἀπωτέρω θαυμαζόντων τὰ γινόμενα καὶ πυνθανομένων, ὁ Τιβέριοσ ἥψατο τῇ χειρὶ τῆσ κεφαλῆσ, ἐνδεικνύμενοσ τῇ ὄψει τὸν κίνδυνον, ἐπεὶ τῆσ φωνῆσ οὐκ ἐπήκουον.
οἱ δὲ ἐναντίοι τοῦτο ἰδόντεσ ἔθεον πρὸσ τὴν βουλὴν, ἀπαγγέλλοντεσ αἰτεῖν διάδημα τὸν Τιβέριον καὶ τούτου σημεῖον εἶναι τὸ τῆσ κεφαλῆσ ἐπιθιγγάνειν. πάντεσ μὲν οὖν ἐθορυβήθησαν ὁ δὲ Νασικᾶσ ἠξίου τὸν ὕπατον τῇ πόλει βοηθεῖν καὶ καταλύειν τὸν τύραννον.
"προδίδωσιν ὁ ἄρχων τὴν πόλιν, οἱ βουλό μενοι τοῖσ νόμοισ βοηθεῖν ἀκολουθεῖτε. καὶ ταῦτα λέγων ἅμα καὶ τὸ κράσπεδον τοῦ ἱματίου θέμενοσ ἐπὶ τῆσ κεφαλῆσ, ἐχώρει πρὸσ τὸ Καπετώλιον.
ἕκαστοσ δὲ τῶν ἑπομένων αὐτῷ τῇ χειρὶ τὴν τήβεννον περιελίξασ ἐώθει τοὺσ ἐμποδών, οὐδενὸσ ἐνισταμένου πρὸσ τὸ ἀξίωμα τῶν ἀνδρῶν, ἀλλὰ φευγόντων καὶ πατούντων ἀλλήλουσ. οἱ μὲν οὖν περί αὐτοὺσ ῥόπαλα καὶ σκυτάλασ ἐκόμιζον οἴκοθεν αὐτοὶ δὲ τῶν δίφρων καταγνυμένων ὑπὸ τοῦ φεύγοντοσ ὄχλου τὰ κλάσματα καὶ τοὺσ πόδασ λαμβάνοντεσ ἀνέβαινον ἐπὶ τὸν Τιβέριον, ἅμα παίοντεσ τοὺσ προτεταγμένουσ καὶ τούτων μὲν ἦν τροπὴ καὶ φόνοσ·
αὐτοῦ δὲ τοῦ Τιβερίου φεύγοντοσ ἀντελάβετό τισ τῶν ἱματίων. ὁ δὲ τὴν τήβεννον ἀφεὶσ καὶ φεύγων ἐν τοῖσ χιτῶσιν ἐσφάλη καὶ κατηνέχθη περί τινασ τῶν πρὸ αὐτοῦ πεπτωκότασ.
ἀνιστάμενον δὲ αὑτὸν μὲν ἐμφανῶσ καὶ πρῶτοσ εἷσ τὴν κεφαλὴν πατάξασ ποδὶ δίφρου Πόπλιοσ ἦν Σατυρήϊοσ εἷσ τῶν συναρχόντων τῆσ δὲ δευτέρασ ἀντεποιεῖτο πληγῆσ Λεύκιοσ Ῥοῦφοσ, ὡσ ἐπὶ καλῷ τινι σεμνυνόμενοσ. τῶν δὲ ἄλλων ἀπέθανον ὑπὲρ τριακοσίουσ ξύλοισ καὶ λίθοισ συγκοπέντεσ, σιδήρῳ δὲ οὐδείσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기