호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀρξαμένου δὲ πάλιν τοῦ Μουκίου τὰσ φυλὰσ ἀναγορεύειν, οὐδὲν ἐπεραίνετο τῶν εἰωθότων διὰ τὸν ἀπὸ τῶν ἐσχάτων θόρυβον, ὠθουμένων καὶ ὠθούντων τοὺσ ἐναντίουσ εἰσβιαζομένουσ καὶ ἀναμιγνυμένουσ. ἐν δὲ τούτῳ Φούλβιοσ Φλάκκοσ ἀπὸ βουλῆσ ἀνὴρ εἰσ ἐμφανὲσ καταστάσ, ὡσ οὐκ ἦν φθεγγόμενον ἐφικέσθαι διεσήμηνε τῇ χειρὶ φράσαι τι βουλόμενοσ αὑτὸν ἰδίᾳ τῷ Τιβερίῳ. καὶ κελεύσαντοσ ἐκείνου διασχεῖν τὸ πλῆθοσ, ἀναβὰσ μόλισ καὶ προσελθὼν ἀπήγγειλεν ὅτι τῆσ βουλῆσ συγκαθεζομένησ οἱ πλούσιοι, τὸν ὕπατον μὴ πείθοντεσ, αὐτοὶ διανοοῦνται καθ’ αὑτοὺσ ἀποκτιννύναι τὸν Τιβέριον, πολλοὺσ ἐπὶ τοῦτο δούλουσ καὶ φίλουσ ὡπλισμένουσ ἔχοντεσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기