- 텍스트

Plutarch, Sulla, chapter 32

(플루타르코스, Sulla, chapter 32)

ἐν τούτῳ δὲ Μάριος μὲν ἁλισκόμενος ἑαυτὸν διέφθειρε, Σύλλας δὲ εἰς Πραινεστὸν ἐλθὼν πρῶτα μὲν ἰδίᾳ κατ ἄνδρα κρίνων ἐκόλαζεν, εἶτα ὡς οὐ σχολῆς οὔσης πάντας ἀθρόως εἰς ταὐτὸ συναγαγών, μυρίους καὶ δισχιλίους ὄντας, ἐκέλευσεν ἀποσφάττειν, μόνῳ τῷ ξένῳ διδοὺς ἄδειαν.? ὁ δὲ εὐγενῶς πάνυ φήσας πρὸς αὐτὸν ὡς οὐδέποτε σωτηρίας χάριν εἴσεται τῷ φονεῖ τῆς πατρίδος, ἀναμιχθεὶς ἑκὼν συγκατεκόπη τοῖς πολίταις. ἔδοξε δὲ καινότατον γενέσθαι τὸ περὶ Λεύκιον Κατιλίναν.

οὗτος γὰρ οὔπω τῶν πραγμάτων κεκριμένων ἀνῃρηκὼς ἀδελφὸν ἐδεήθη τοῦ Σύλλα τότε προγράψαι τὸν ἄνθρωπον ὡς ζῶντα καὶ προεγράφη. τούτου δὲ τῷ Σύλλᾳ χάριν ἐκτίνων Μάρκον τινὰ Μάριον τῶν ἐκ τῆς ἐναντίας στάσεως ἀποκτείνας τὴν μὲν κεφαλὴν ἐν ἀγορᾷ καθεζομένῳ τῷ Σύλλᾳ προσήνεγκε, τῷ δὲ περιρραντηρίῳ τοῦ Ἀπόλλωνος ἐγγὺς ὄντι προσελθὼν ἀπενίψατο τὰς χεῖρας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION