호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἤδη δὲ νυκτὸσ οὔσησ βαθείασ ἧκον εἰσ τὸ τοῦ Σύλλα στρατόπεδον παρὰ τοῦ Κράσσου δεῖπνον αὐτῷ καὶ τοῖσ στρατιώταισ μετιόντεσ· ὡσ γὰρ ἐνίκησε τοὺσ πολεμίουσ, εἰσ Ἄντεμναν καταδιώξαντεσ ἐκεῖ κατεστρατοπέδευσαν. ταῦτ’ οὖν πυθόμενοσ ὁ Σύλλασ, καὶ ὅτι τῶν πολεμίων οἱ πλεῖστοι διολώλασιν, ἧκεν εἰσ Ἄντεμναν ἅμ’ ἡμέρᾳ, καὶ τρισχιλίων ἐπικηρυκευσαμένων πρὸσ αὐτὸν ὑπέσχετο δώσειν τὴν ἀσφάλειαν, εἰ κακόν τι τοὺσ ἄλλουσ ἐργασάμενοι πολεμίουσ ἔλθοιεν πρὸσ αὐτόν, οἱ δὲ πιστεύσαντεσ ἐπέθεντο τοῖσ λοιποῖσ, καὶ πολλοὶ κατεκόπησαν ὑπ’ ἀλλήλων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기