- 텍스트

Plutarch, Sulla, chapter 29 1:

(플루타르코스, Sulla, chapter 29 1:)

τὸν μέντοι τελευταῖον ἀγῶνα καθάπερ ἔφεδρος ἀθλητῇ καταπόνῳ προσενεχθεὶς ὁ Σαυνίτης Τελεσῖνος ἐγγὺς ἦλθε τοῦ σφῆλαι καὶ καταβαλεῖν ἐπὶ θύραις τῆς Ῥώμης.? ἔσπευδε μὲν γὰρ ἅμα Λαμπωνίῳ τῷ Λευκανῷ χεῖρα πολλὴν ἀθροίσας ἐπὶ Πραινεστὸν ὡς ἐξαρπασόμενος τῆς πολιορκίας τὸν Μάριον ἐπεὶ δὲ ᾔσθετο Σύλλαν μὲν κατὰ στόμα, Πομπήϊον δὲ κατ οὐρὰν βοηδρομοῦντας ἐπ αὐτόν, εἰργόμενος τοῦ πρόσω καὶ ὀπίσω πολεμιστὴς ἀνὴρ καὶ μεγάλων ἀγώνων ἔμπειρος ἄρας νυκτὸς ἐπ αὐτὴν ἐχώρει παντὶ τῷ στρατοπίδῳ τὴν Ῥώμην.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION