호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐκ τούτου περὶ Σίγνιον Μάριοσ ὀγδοήκοντα καὶ πέντε σπείρασ ἔχων προὐκαλεῖτο Σύλλαν. ὁ δὲ καὶ πάνυ πρόθυμοσ ἦν διαγωνίσασθαι κατ’ ἐκείνην τὴν ἡμέραν ἐτύγχανε γὰρ ὄψιν ἑωρακὼσ τοιάνδε κατὰ τοὺσ ὕπνουσ. ἐδόκει τὸν γέροντα Μάριον τεθνηκότα πάλαι τῷ παιδὶ Μαρίῳ παραινεῖν φυλάξασθαι τὴν ἐπιοῦσαν ἡμέραν ὡσ μεγάλην αὐτῷ δυστυχίαν φέρουσαν. διὰ τοῦτο μὲν δὴ πρόθυμοσ ὁ Σύλλασ ἦν μάχεσθαι, καὶ μετεπέμπετο τὸν Δολοβέλλαν ἄπωθεν στρατοπε δεύοντα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기