호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δεξαμένου δ ἐκείνου σύλλογοι μὲν ἐγίνοντο καὶ κοινολογίαι πλείονες, ἀεὶ δέ τινα παραγωγὴν καὶ πρόφασιν ἐμβάλλων ὁ Σύλλας διέφθειρε τοὺς περὶ Σκηπίωνα τοῖς ἑαυτοῦ στρατιώταις, ἠσκημένοις πρὸς ἀπάτην καὶ γοητείαν ἅπασαν ὥσπερ αὐτὸς ὁ ἡγεμών.? εἰσιόντες γὰρ εἰς τὸν χάρακα τῶν πολεμίων καὶ ἀναμιγνυμένοι τοὺς μὲν εὐθὺς ἀργυρίῳ, τοὺς δὲ ὑποσχέσεσι, τοὺς δὲ κολακεύ οντες καὶ ἀναπείθοντες προσήγοντο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기