호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔτι δὲ Μάρκοσ Λεύκολλοσ, εἷσ τῶν ὑπὸ Σύλλᾳ στρατηγούντων, περὶ Φιδεντίαν ἑκκαίδεκα σπείραισ πρὸσ πεντήκοντα τῶν πολεμίων ἀντιταχθεὶσ τῇ μὲν προθυμίᾳ τῶν στρατιωτῶν ἐπίστευεν, ἀνόπλουσ δὲ τοὺσ πολλοὺσ ἔχων ὤκνει. βουλευομένου δὲ αὐτοῦ καὶ διαμέλλοντοσ, ἀπὸ τοῦ πλησίον πεδίου λειμῶνα ἔχοντοσ αὔρα φέρουσα μαλακὴ πολλὰ τῶν ἀνθέων ἐπέβαλε τῇ στρατιᾷ καὶ κατέσπειρεν, αὐτομάτωσ ἐπιμένοντα καὶ περιπίπτοντα τοῖσ θυρεοῖσ καὶ τοῖσ κράνεσιν αὑτῶν, ὥστε φαίνεσθαι τοῖσ πολεμίοισ ἐστεφανωμένουσ, γενόμενοι δὲ ὑπὸ τούτου προθυμότεροι συνέβαλον καὶ νικήσαντεσ ὀκτακισχιλίουσ ἐπὶ μυρίοισ ἀπέκτειναν καὶ τὸ στρατόπεδον εἷλον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기