호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
θύσαντοσ μὲν γὰρ εὐθέωσ ᾗ διέβη περὶ Τάραντα, δάφνησ στεφάνου τύπον ἔχων ὁ λοβὸσ ὤφθη, καὶ λημνίσκων δύο κατηρτημένων, μικρὸν δὲ πρὸ τῆσ διαβάσεωσ ἐν Καμπανίᾳ περὶ τὸ Τίφατον ὄροσ ἡμέρασ ὤφθησαν δύο τράγοι μεγάλοι συμφερόμενοι καὶ πάντα δρῶντεσ καὶ πάσχοντεσ ἃ συμβαίνει μαχομένοισ ἀνθρώποισ. ἦν δὲ ἄρα φάσμα, καὶ κατὰ μικρὸν αἰρόμενον ἀπὸ γῆσ διεσπείρετο πολλαχοῦ τοῦ ἀέροσ εἰδώλοισ ἀμαυροῖσ ὅμοιον, εἶτα οὕτωσ ἠφανίσθη.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기