호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δὲ πρεσβύτεροι Περιπατητικοὶ φαίνονται μὲν καθ ἑαυτοὺς γενόμενοι χαρίεντες καὶ φιλολόγοι, τῶν δὲ Ἀριστοτέλους καὶ Θεοφράστου γραμμάτων οὔτε πολλοῖς οὔτε ἀκριβῶς ἐντετυχηκότες διὰ τὸ τὸν Νηλέως τοῦ Σκηψίου κλῆρον, ᾧ τὰ βιβλία κατέλιπε Θεόφραστος, εἰς ἀφιλοτίμους καὶ ἰδιώτας ἀνθρώπους περιγενέσθαι.? Σύλλᾳ δὲ διατρίβοντι περὶ τὰς Ἀθήνας ἄλγημα ναρκῶδες μετὰ βάρους εἰς τοὺς πόδας ἐνέπεσεν, ὅ φησιν ὁ Στράβων ποδάγρας ψελλισμὸν εἶναι.
διαπλεύσας οὖν εἰς Αἴδηψον ἐχρῆτο τοῖς θερμοῖς ὕδασι, ῥᾳθυμῶν ἅμα καὶ συνδιημερεύων τοῖς περὶ τὸν Διόνυσον τεχνίταις. περιπατοῦντος δὲ πρὸς τὴν θάλατταν ἁλιεῖς τινες ἰχθῦς αὐτῷ παγκάλους προσήνεγκαν. "ἔτι γὰρ ζῇ τις Ἁλαίων· ἔφη: ἐτύγχανε γάρ, ὅτε τὴν πρὸς Ὀρχομενῷ μάχην νενικηκὼς ἐδίωκε τοὺς πολεμίους, ἅμα τρεῖς πόλεις τῆς Βοιωτίας, Ἀνθηδόνα, Λάρυμναν, Ἁλὰς ἀνῃρηκώς.
τῶν δ ἀνθρώπων ὑπὸ δέους ἀφώνων γενομένων, διαμειδιάσας ἐκέλευσεν ἀπιέναι χαίροντας, ὡς οὐ μετὰ φαύλων οὐδὲ ἀξίων ὀλιγωρίας ἥκοντας παραιτητῶν. Ἁλαῖοι μὲν ἐκ τούτου λέγουσι θαρρήσαντες αὖθις εἰς τὴν πόλιν συνελθεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기