호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ δὲ ἐγγὺς κατεστρατοπέδευσαν, ὁ μὲν Ἀρχέλαος ἡσύχαζεν, ὁ δὲ Σύλλας ὤρυττε τάφρους ἑκατέρωθεν, ὅπως, εἰ δύναιτο, τῶν στερεῶν καὶ ἱππασίμων ἀποτεμόμενος τοὺς πολεμίους ὤσειεν εἰς τὰ ἕλη.? τῶν δὲ οὐκ ἀνασχομένων, ἀλλ ὡς ἀφείθησαν ὑπὸ τῶν στρατηγῶν, ἐντόνως καὶ ῥύδην ἐλαυνόντων, οὐ μόνον οἱ περὶ τὰ ἔργα τοῦ Σύλλα διεσκεδάσθησαν, ἀλλὰ καὶ τοῦ παρατεταγμένου συνεχύθη τὸ πλεῖστον φυγόντος. "ἐμοὶ μὲν ἐνταῦθά που καλόν, ὦ Ῥωμαῖοι, τελευτᾶν, ὑμεῖς δὲ τοῖς πυνθανομένοις ποῦ προδεδώκατε τὸν αὐτοκράτορα, μεμνημένοι φράζειν ὡς ἐν Ὀρχομενῷ.
τούτους τε δὴ τὸ ῥηθὲν ἐπέστρεψε, καὶ τῶν ἐπὶ τοῦ δεξιοῦ κέρως σπειρῶν δύο προσεβοήθησαν, ἃς ἐπαγαγὼν τρέπεται τοὺς πολεμίους. ἀναγαγὼν δὲ μικρὸν ὀπίσω, καὶ δοὺς ἄριστον αὐτοῖς, αὖθις ἀπετάφρευε τὸν χάρακα τῶν πολεμίων, οἱ δὲ αὖθις ἐν τάξει μᾶλλον ἢ πρότερον προσεφέροντο.
καὶ Διογένης μὲν ὁ τῆς Ἀρχελάου γυναικὸς υἱὸς ἀριστεύων ἐπὶ τοῦ δεξιοῦ περιόπτως ἔπεσεν, οἱ δὲ τοξόται, τῶν Ῥωμαίων ἐκβιαζομένων, οὐκ ἔχοντες ἀναστροφὴν ἀθρόοις τοῖς ὀϊστοῖς ἐκ χειρὸς ὥσπερ ξίφεσι παίοντες ἀνέκοπτον αὐτούς, τέλος δὲ κατακλεισθέντες εἰς τὸν χάρακα μοχθηρῶς ὑπὸ τραυμάτων καὶ φόνου διενυκτέρευσαν. ἡμέρας δὲ πάλιν τῷ χάρακι τοὺς στρατιώτας προσαγαγὼν ὁ Σύλλας ἀπετάφρευεν. ἐξελθόντας δὲ τοὺς πολλοὺς ὡς ἐπὶ μάχην συμβαλὼν τρέπεται, καὶ πρὸς τὸν ἐκείνων φόβον οὐδενὸς μένοντος αἱρεῖ κατὰ κράτος τὸ στρατόπεδον.
καὶ κατέπλησαν ἀποθνήσκοντες αἵματος τὰ ἕλη καὶ νεκρῶν τὴν λίμνην, ὥστε μέχρι νῦν πολλὰ βαρβαρικὰ τόξα καὶ κράνη καὶ θωράκων σπάσματα σιδηρῶν καὶ μαχαίρας ἐμβεβαπτισμένας τοῖς τέλμασιν εὑρίσκεσθαι, σχεδὸν ἐτῶν διακοσίων ἀπὸ τῆς μάχης ἐκείνης διαγεγονότων. τὰ μὲν οὖν περὶ Χαιρώνειαν καὶ πρὸς Ὀρχομενῷ τοιαῦτα λέγεται γενέσθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기