호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταύτησ τὰ ἐπινίκια τῆσ μάχησ ἦγεν ἐν Θήβαισ, περὶ τὴν Οἰδιπόδειον κρήνην κατασκευάσασ θυμέλην. οἱ δὲ κρίνοντεσ ἦσαν Ἕλληνεσ ἐκ τῶν ἄλλων ἀνακεκλημένοι πόλεων, ἐπεὶ πρόσ γε Θηβαίουσ ἀδιαλλάκτωσ εἶχε, καὶ τῆσ χώρασ αὐτῶν ἀποτεμόμενοσ τὴν ἡμίσειαν τῷ Πυθίῳ καὶ τῷ Ὀλυμπίῳ καθιέρωσεν, ἐκ τῶν προσόδων κελεύσασ ἀποδίδοσθαι τὰ χρήματα τοῖσ θεοῖσ ἅπερ αὐτὸσ εἰλήφει.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기