호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν δὲ τούτῳ τῶν Χαιρωνέων Ἐρίκιον ἄρχοντα παρὰ τοῦ Σύλλα λαβόντων καί περιελθόντων ἀδήλως τὸ Θούριον, εἶτα ἐπιφανέντων, θόρυβος ἦν πολὺς καί φυγὴ τῶν βαρβάρων καί φόνος ὑπ ἀλλήλων ὁ πλεῖστος, οὐ γὰρ ὑπέμειναν, ἀλλὰ κατὰ πρανοῦς φερόμενοι τοῖς τε δόρασι περιέπιπτον αὐτοὶ τοῖς ἑαυτῶν καί κατεκρήμνιζον ὠθοῦντες ἀλλήλους, ἄνωθεν ἐπικειμένων τῶν πολεμίων καί τὰ γυμνὰ παιόντων, ὥστε τρισχιλίους πεσεῖν περὶ τὸ Θούριον.? τῶν δὲ φευγόντων τοὺς μὲν εἰς τάξιν ἤδη καθεστὼς ὁ Μουρήνας ἀπετέμνετο καί διέφθειρεν ὑπαντιάζων, οἱ δὲ ὠσάμενοι πρὸς τὸ φίλιον στρατόπεδον καί τῇ φάλαγγι φύρδην ἐμπεσόντες ἀνέπλησαν δέους καί ταραχῆς τὸ πλεῖστον μέρος, καί διατριβὴν τοῖς στρατηγοῖς ἐνεποίησαν οὐχ ἥκιστα βλάψασαν αὐτούς, ὀξέως γὰρ ὁ Σύλλας ταρασσομένοις ἐπαγαγὼν καί τὸ μέσον διάστημα τῷ τάχει συνελὼν ἀφείλετο τὴν τῶν δρεπανηφόρων ἐνέργειαν.
ἔρρωται γὰρ μάλιστα μήκει δρόμου σφοδρότητα καὶ ῥύμην τῇ διεξελάσει διδόντος, αἱ δὲ ἐκ βραχέος ἀφέσεις ἄπρακτοι καί ἀμβλεῖαι, καθάπερ βελῶν τάσιν οὐ λαβόντων.
ὃ δὴ καί τότε τοῖς βαρβάροις ἀπήντα καί τὰ πρῶτα τῶν ἁρμάτων ἀργῶς ἐξελαυνόμενα καί προσπίπτοντα νωθρῶς ἐκκρούσαντες οἱ Ῥωμαῖοι μετὰ κρότου καὶ γέλωτος ἄλλα ᾔτουν, ὥσπερ εἰώθασιν ἐν ταῖς θεατρικαῖς ἱπποδρομίαις. τοὐντεῦθεν αἱ πεζαὶ δυνάμεις συνερράγησαν, τῶν μὲν βαρβάρων προβαλλομένων τὰς σαρίσας μακρὰς καί πειρωμένων τῷ συνασπισμῷ τὴν φάλαγγα διατηρεῖν ἐν τάξει, τῶν δὲ Ῥωμαίων τοὺς μὲν ὑσσοὺς αὐτοῦ καταβαλόντων, σπασαμένων δὲ τὰς μαχαίρας καί παρακρουομένων τὰς σαρίσας, ὡς τάχιστα προσμίξειαν αὐτοῖς δι ὀργήν.
προτεταγμένους γὰρ ἑώρων τῶν πολεμίων μυρίους καί πεντακισχιλίους θεράποντας, οὓς ἐκ τῶν πόλεων κηρύγμασιν ἐλευθεροῦντες οἱ βασιλέως στρατηγοὶ κατελόχιζον εἰς τοὺς ὁπλίτας.
καί τις ἑκατοντάρχης λέγεται Ῥωμαῖος εἰπεῖν ὡς ἐν Κρονίοις μόνον εἰδείη τῆς παρρησίας δούλους μετέχοντας: τούτους μὲν οὖν διὰ βάθος καί πυκνότητα βραδέως ἐξωθουμένους ὑπὸ τῶν ὁπλιτῶν καί παρὰ φύσιν μένειν τολμῶντας αἵ τε βελοσφενδόναι καί οἱ γρόσφοι, χρωμένων ἀφειδῶς τῶν κατόπιν Ῥωμαίων, ἀπέστρεφον καὶ συνετάραττον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기