호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
φθάσαντοσ δὲ τοῦ Σύλλα διαφυγεῖν εἰσ τὸ στρατόπεδον, καὶ τῶν στρατιωτῶν, ὡσ ἐπύθοντο ταῦτα, καταλευσάντων τοὺσ χιλιάρχουσ, οἱ περὶ τὸν Μάριον αὖθισ ἐν τῇ πόλει τοὺσ Σύλλα φίλουσ ἀνῄρουν καὶ χρήματα διήρπαζον αὐτῶν, ἦσαν δὲ μεταστάσεισ καὶ φυγαί, τῶν μὲν εἰσ πόλιν ἀπὸ στρατοπέδου, τῶν δ’ ἐκεῖσε διαφοιτώντων ἐκ τῆσ πόλεωσ, ἡ δὲ σύγκλητοσ ἦν μὲν οὐχ αὑτῆσ, ἀλλὰ τοῖσ Μαρίου καὶ Σουλπικίου διῳκεῖτο προστάγμασι, πυθομένη δὲ τὸν Σύλλαν ἐπὶ τὴν πόλιν ἐλαύνειν ἔπεμψε δύο τῶν στρατηγῶν, Βροῦτον καὶ Σερουΐλιον, ἀπαγορεύσοντασ αὐτῷ βαδίζειν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기