호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τοῦ Σύλλα πρὸσ τὰσ ἐπιλιπεῖσ πράξεισ ὁρμήσαντοσ εἰσ τὸ στρατόπεδον, αὐτὸσ οἰκουρῶν ἐτεκταίνετο τὴν ὀλεθριωτάτην ἐκείνην καὶ ὅσα σύμπαντεσ οἱ πόλεμοι τὴν Ῥώμην οὐκ ἔβλαψαν ἀπεργασαμένην στάσιν, ὡσ καὶ τὸ δαιμόνιον αὐτοῖσ προεσήμηνε. πῦρ μὲν γὰρ αὐτόματον ἐκ τῶν τὰ σημεῖα δοράτων ὑποφερόντων ἀνέλαμψε καὶ κατεσβέσθη μόλισ, κόρακεσ δὲ τρεῖσ τοὺσ νεοσσοὺσ εἰσ τὴν ὁδὸν προαγαγόντεσ κατέφαγον, τὰ δὲ λείψανα πάλιν εἰσ τὴν νεοσσιὰν ἀνήνεγκαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기