호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"οἱ τὰ πλοῖα ναυλοῦντες, ὅ τι ἂν φέρῃ τις, ἐμβάλλεσθαι παρέχουσιν, οὕτως ἡμεῖς τὰ συμπόσια παραδόντες ἑτέροις πληροῦν ἀφίεμεν ἐκ τῶν προστυχόντων, ἄν τε χαρίεντες ὦσιν, ἄν τε φαῦλοι. "θαυμάσαιμι δ ἄν, εἰ χαρίεις ἀνὴρ ἐπίκλητος ἀφίκοιτο, μᾶλλον δ ἄκλητος, ὅν γε πολλάκις οὐδὲ γιγνώσκει τὸ παράπαν ὁ δειπνίζων: "εἰ δὲ γιγνώσκων καὶ χρώμενος οὐ κέκληκεν, ἔτι γε μᾶλλον αἰσχύνη βαδίζειν πρὸς τοῦτον, ὥσπερ ἐξελέγχοντα μετέχειν τῶν ἐκείνου, τρόπον τινὰ βίᾳ καὶ ἄκοντος: "ἔτι καὶ προτερεῖν ἢ ἀπολείπεσθαι τοῦ κεκληκότος πρὸς ἕτερον ἔχει τινὰ δυσωπίαν, καὶ οὐκ ἀστεῖόν ἐστι μαρτύρων δεόμενον πρὸς τοὺς ὑποδεχομένους βαδίζειν, ὡς οὐ κλητὸς ἀλλὰ σκιὰ τοῦ δεῖνος ἐπὶ τὸ δεῖπνον ἥκει: "καὶ πάλιν τὸ παρέπεσθαι καὶ παραφυλάττειν ἄλειμμα καὶ λουτρὸν ἑτέρου καὶ ὡρ´αν βραδύνοντος ἢ ταχύνοντος ἀνελεύθερον εὖ μάλα καὶ Γναθώνειον, εἰ δὴ Γνάθων γέγονε δεινότατος ἄνθρωπος τἀλλότρια δειπνεῖν. εἴ γε μὴν οὐκ ἔστιν ὅτε μᾶλλον ἀνθρώποις ἐφιᾶσιν εἰπεῖν ὦ γλῶσσα, μέτριον εἴ τι κομπάσαι θέλεις, ἔξειπε, καὶ παρρησία πλείστη μετὰ παιδιᾶς ἀναμέμικται τοῖς λεγομένοις ἐν οἴνῳ καὶ πραττομένοις: "ἐνταῦθα δὴ πῶς ἄν τις ἑαυτὸν μεταχειρίσαιτο μὴ γνήσιος ὢν μηδ αὐτόκλητος, ἀλλὰ τρόπον τινὰ νόθος καὶ παρεγγεγραμμένος εἰς τὸ συμπόσιον· "καὶ γὰρ τὸ χρῆσθαι καὶ τὸ μὴ χρῆσθαι παρρησίᾳ πρὸς τοὺς παρόντας εὐσυκοφάντητον. "οὐ μικρὸν δὲ κακὸν οὐδ ἡ τῶν ὀνομάτων εὐχέρεια καὶ βωμολοχία τοῖς μὴ δυσχεραίνουσιν ἀλλ ὑπομένουσι σκιὰς καλεῖσθαι καὶ ὑπακούειν: "προσεθίζει γὰρ εἰς τὰ ἔργα τῷ αἰσχρῷ τὸ ῥᾳδίως ὑπὸ τῶν ῥημάτων ἄγεσθαι. "διὸ καλῶν μὲν ἑταίρους ἔδωκά ποτε σκιάς: "ἰσχυρὰ γὰρ ἡ τῆς πόλεως συνήθεια καὶ δυσπαραίτητος: "αὐτὸς δὲ κληθεὶς ὑφ ἑτέρου πρὸς ἕτερον ἄχρι γε νῦν ἀντέχω μὴ ὑπακοῦσαι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기