- 텍스트

Plutarch, Non posse suaviter vivi secundum Epicurum, section 30

(플루타르코스, Non posse suaviter vivi secundum Epicurum, section 30)

"οὐ μὴν ἀλλὰ καὶ λέγουσιν αὑτοῖς κακῶν ἀπαύστων καὶ ἀορίστων λυθεῖσαν ὑποψίαν ἀγαθὸν βεβαιότατον καὶ ἣδιστον ἀπολιπεῖν τὴν ἐπίνοιαν τοῦ λελύσθαι:? "καὶ τοῦτο ποιεῖν τὸν Ἐπικούρου λόγον, ἱστάντα τοῦ θανάτου τὸ δέος ἐν τῇ διαλύσει τῆς ψυχῆς. εἴπερ οὖν ἥδιστόν ἐστιν ἀπαλλαγὴ προσδοκίας κακῶν ἀπείρων, πῶς οὐκ ἀνιαρὸν αἰωνίων ἀγαθῶν ἐλπίδος στερεῖσθαι καὶ τὴν ἀκροτάτην εὐδαιμονίαν ἀποβαλεῖν· "ἀγαθὸν μὲν γὰρ οὐδετέροις ἀλλὰ πᾶσι τοῖς οὖσι τὸ μὴ εἶναι παρὰ φύσιν καὶ ἀλλότριον: "ὧν δ ἀφαιρεῖ τὰ τοῦ βίου κακὰ τῷ τοῦ θανάτου κακῷ, τὸ ἀναίσθητον ἔχουσι παραμύθιον ὥσπερ ἀποδιδράσκοντες: "καὶ τοὐναντίον, οἷς ἐξ, ἀγαθῶν εἰς τὸ μηδὲν ἡ μεταβολή, φοβερώτατον ὁρῶσι τέλος, ἐν ᾧ παύσεται τὸ μακάριον. "οὐ γὰρ ὡς ἀρχὴν ἑτέρου τὴν ἀναισθησίαν δέδιεν ἡ φύσις, ἀλλ ὅτι τῶν παρόντων ἀγαθῶν στέρησίς ἐστι: "τὸ γὰρ οὐ πρὸς ἡμᾶς παντὸς ἀναιρέσει τοῦ ἡμετέρου γιγνόμενον ἤδη πρὸς ἡμᾶς ἐστι τῇ ἐπινοίᾳ: "καὶ τὸ ἀναίσθητον οὐ λυπεῖ τότε τοὺς μὴ ὄντας, ἀλλὰ τοὺς ὄντας εἰς τὸ μὴ εἶναι βαπτομένους ὑπ αὐτοῦ καὶ μηδ ὣς δυσομένους. "ὅθεν οὐδ ὁ Κέρβερος οὔθ ὁ Κωκυτὸς ἀόριστον ἐποίησε τοῦ θανάτου τὸ δέος, ἀλλ ἡ τοῦ μὴ ὄντος ἀπειλή, μεταβολὴν εἰς τὸ εἶναι πάλιν οὐκ ἔχουσα τοῖς φθαρεῖσι δὶς γὰρ οὐκ ἔστι γενέσθαι, δεῖ δὲ τὸν αἰῶνα μὴ εἶναι κατ Ἐπίκουρον. "εἰ γάρ ἐστι πέρας τῷ εἶναι τὸ μὴ εἶναι, τοῦτο δ ἀπέραντον καὶ ἀμετάστατον, εὑρ´ηται κακὸν αἰώνιον ἡ τῶν ἀγαθῶν στέρησις, ἀναισθησίαν μηδέποτε παυσομένην. "καὶ σοφώτερος Ἡρόδοτος εἰπὼν ὡς ὁ θεὸς γλυκὺν γεύσας τὸν αἰῶνα φθονερὸς ἐν αὐτῷ ὢν φαίνεται : "καὶ μάλιστα τοῖς εὐδαιμονεῖν δοκοῦσιν, οἷς δέλεάρ ἐστι λύπης τὸ ἡδύ, γευομένοις ὧν στερήσονται. "τίνα γὰρ εὐφροσύνην ἢ ἀπόλαυσιν καὶ βρυασμὸν οὐκ ἂν ἐκκρούσειε καὶ καταγάγοι ἐμπίπτουσα συνεχῶς ἡ ἐπίνοια τῆς ψυχῆς, ὥσπερ εἰς πέλαγος ἀχανὲς τὸ ἄπειρον ἐκχεομένης, τῶν ἐν ἡδονῇ τιθεμένων τὸ καλὸν καὶ μακάριον· "εἰ δὲ δὴ καὶ μετ ἀλγηδόνος, ὥσπερ Ἐπίκουρος οἰέται, τοῖς πλείστοις ἀπόλλυσθαι συμβαίνει·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION