- 텍스트

Plutarch, Non posse suaviter vivi secundum Epicurum, section 27

(플루타르코스, Non posse suaviter vivi secundum Epicurum, section 27)

"ἡῖ καὶ προεπισφάττουσιν οἱ ταυτὶ λέγοντες ἅπαξ ἄνθρωποι γεγόναμεν, δὶς δ οὐκ ἔστι γενέσθαι δεῖ δὲ τὸν αἰῶνα μηκέτ εἶναι.? "καὶ γὰρ τὸ παρὸν ὡς μικρὸν μᾶλλον δὲ μηδ ὁτιοῦν πρὸς τὰ σύμπαν ἀτιμάσαντες ἀναπόλαυστον προϊένται, καὶ ὀλιγωροῦσιν ἀρετῆς καὶ πράξεως οἱο῀ν ἐξαθυμοῦντες καὶ καταφρονοῦντες ἑαυτῶν, ὡς ἐφημέρων καὶ ἀβεβαίων καὶ πρὸς οὐθὲν ἀξιόλογον γεγονότων. "τὸ γάρ ἀναισθητεῖν τὸ διαλυθὲν καὶ μηθὲν εἶναι πρὸς ἡμᾶς τὸ ἀναισθητοῦν οὐκ ἀναιρεῖ τὸ τοῦ θανάτου δέος ἀλλ ὥσπερ ἀπόδειξιν αὐτοῦ προστίθησιν αὐτὸ γὰρ τοῦτ ἐστίν, ὃ δέδοικεν ἡ φύσις ἀλλ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε τὴν εἰς τὸ μὴ φρονοῦν μηδ αἰσθανόμενον διάλυσιν τῆς ψυχῆς, ἣν Ἐπίκουρος εἰς κενὸν καὶ ἀτόμους διασπορὰν ποιῶν ἔτι μᾶλλον ἐκκόπτει τὴν ἐλπίδα τῆς ἀφθαρσίας: "δι ἣν ὀλίγου δέω λέγειν πάντας εἶναι καὶ πάσας προθύμους τῷ Κερβέρῳ διαδάκνεσθαι καὶ φορεῖν εἰς τὸν ἄτρητον, ὅπως ἐν τῷ εἶναι μόνον διαμένωσι μηδ ἀναιρεθῶσι. "καίτοι ταῦτα μέν, ὥσπερ ἔφην, οὐ πάνυ πολλοὶ δεδίασι, μητέρων ὄντα καὶ τιτθῶν δόγματα καὶ λόγους μυθώδεις: "οἱ δὲ καὶ δεδιότες τελετάς τινας αὖ πάλιν καὶ καθαρμοὺς οἰόνται βοηθεῖν, οἷς ἁγνισάμενοι διατελεῖν ἐν Αἵδου παίζοντες καὶ χορεύοντες ἐν τοῖς αὐγὴν καὶ πνεῦμα καθαρὸν καὶ φθόγγον ἔχουσιν. "ἡ δὲ τοῦ ζῆν στέρησις ἐνοχλεῖ καὶ νέους καὶ γέροντας δυσέρωτες γὰρ φαινόμεθ ὄντες τοῦδ, ὅττι τόδε στίλβει κατὰ γῆν ὡς Εὐριπίδης φησίν: "οὐδὲ ῥᾳδίως οὐδ ἀλύπως· "ἀκούομεν ὣς ἄρ εἰπόντα μιν τηλαυγὲς ἀμβρόσιον ἐλασίππου πρόσωπον ἀπέλιπεν ἁμέρας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION