- 텍스트

Plutarch, Non posse suaviter vivi secundum Epicurum, section 24

(플루타르코스, Non posse suaviter vivi secundum Epicurum, section 24)

"εὐήθές ἐστι καὶ περὶ τούτου λέγειν ἡμᾶς, σοῦ πρῴην ἀκηκοότας ἱκανῶς διαλεγομένου πρὸς τοὺς ἀξιοῦντας τὸν Ἐπικούρου λόγον τοῦ Πλάτωνος περὶ ψυχῆς ῥᾴονας καὶ ἡδίους ἡμᾶς ποιεῖν πρὸς θάνατον.? "δι ἐκεῖνον ἀτελὴς ὁ λόγος ἔσται, καὶ φοβηθησόμεθα πρὸς Ἐπίκουρον τὸ λοιπὸν λέγοντες·

"καὶ δὶς γὰρ ὃ δεῖ καλόν ἐστιν ἀκοῦσαι κατ Ἐμπεδοκλέα.

πάλιν οὖν ὁ Θέων ἡμῖν παρακλητέος: "οὐ γὰρ αὐτὸν οἶμαι μὴ παρεῖναι τοῖς τότε λεχθεῖσιν, ἀλλὰ καὶ νέος ἐστὶ καὶ οὐ δέδιε μὴ λήθης εὐθύνας ὑπόσχῃ τοῖς νέοις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION