- 텍스트

Plutarch, Non posse suaviter vivi secundum Epicurum, section 23

(플루타르코스, Non posse suaviter vivi secundum Epicurum, section 23)

καλὰ μὲν οὖν εἰκὸς εἶναι καὶ τὰ γιγνόμενα παρὰ τῶν θεῶν:? τοῖς ἀγαθοῖς.

"ἐπερχόμενόν τε μαλάξοντας βίαιον πόντον ὠκείας τ ἀνέμων ῥιπάς:

οὐδὲν δ ὅμως εἶναι δεινόν, ἀλλ ὅσον οὐδέπω καταποθήσεσθαι τὴν ναῦν ὑπὸ τῆς θαλάττης ἢ συντριβήσεσθαι ταχὺ πρὸς τὰς πέτρας ἐκπεσοῦσαν. οὗτος γάρ ἐστιν ὁ Ἐπικούρειος λόγος ἐν νόσοις δειναῖς καὶ πόνοις ὑπερβάλλουσιν:

"ἐλπίζεις τι χρηστὸν παρὰ θεῶν δι εὐσέβειαν· "τετύφωσαι: "τὸ γὰρ μακάριον καὶ ἄφθαρτον οὔτ ὀργαῖς οὔτε χάρισι συνέχεται. "βέλτιόν τι τῶν ἐν τῷ βίῳ μετὰ τὸν βίον ἐπινοεῖς· "ἐξηπάτησαι: "τὸ γὰρ διαλυθὲν ἀναισθητεῖ τὸ δ ἀναισθητοῦν οὐδὲν πρὸς ἡμᾶς. πῶς οὖν, ἄνθρωπε, φαγεῖν με καὶ χαίρειν κελεύεις·

ὅτι νὴ Δία χειμαζομένῳ τὸ ναυάγιον ἐγγύς ἐστιν:

ὁ γὰρ πόνος ὁ ὑπερβάλλων συνάψει θανάτῳ.

καίτοι νεὼς μὲν ἐκπεσὼν ἐπιβάτης διαλυθείσης ἐπ ἐλπίδος ὀχεῖταί τινος ὡς γῇ προσέξων σῶμα καὶ διανηξόμενος, τῆς δὲ τούτων φιλοσοφίας ἔκβασις οὔπη φαίνεθ ἁλὸς πολιοῖο θύραζε τῇ ψυχῇ, ἀλλ εὐθὺς ἠφάνισται καὶ διέσπαρται καὶ προαπόλωλε τοῦ σώματος: ὥσθ ὑπερχαίρειν τὸ πάνσοφον τοῦτο δόγμα καὶ θεῖον παραλαβοῦσαν, ὅτι τοῦ κακῶς πράττειν πέρας ἐστὶν αὐτῇ τὸ ἀπολέσθαι καὶ φθαρῆναι καὶ μηδὲν εἶναι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION