- 텍스트

Plutarch, Non posse suaviter vivi secundum Epicurum, section 16

(플루타르코스, Non posse suaviter vivi secundum Epicurum, section 16)

"ὅτι μὲν οὖν καὶ πρὸς τὰς τοῦ σώματος ἡδονὰς ἡ φύσις δεῖται χορηγίας πολυτελοῦς καὶ οὐκ ἔστιν ἐν μάζῃ καὶ φακῇ τὸ ἣδιστον, ἀλλ ὄψα καὶ Θάσια καὶ μύρα καὶ πεπτὰ καὶ κροτητὰ τῆς ξουθοπτέρου πελάνῳ μελίσσης ἀφθόνως δεδευμένα ζητοῦσιν αἱ τῶν ἀπολαυστικῶν ὀρέξεις, καὶ πρός γε τούτοις εὐπρεπεῖς καὶ νέας γυναῖκας οἱαῖ Λεόντιον καὶ Βοίδιον καὶ Ἡδεῖα καὶ Νικίδιον ἐνέμοντο περὶ τὸν κῆπον, ἀφῶμεν, ταῖς μέντοι τῆς ψυχῆς χαραῖς ὁμολογουμένως μέγεθος ὑποκεῖσθαι δεῖ πράξεων καὶ κάλλος ἔργων ἀξιολόγων, εἰ μέλλουσι μὴ διάκενοι μηδ ἀγεννεῖς καὶ κορασιώδεις ἀλλ ἐμβριθεῖς ἔσεσθαι καὶ βέβαιοι καὶ μεγαλοπρεπεῖς·? ". τὸ δὲ περὶ τοῦ πρὸς εὐπαθείας ἐπαίρεσθαι ναυτῶν δίκην ἀφροδίσια ἀγόντων καὶ μέγα φρονεῖν ὅτι νοσῶν νόσον ἀσκίτην τινὰς ἑστιάσεις φίλων συνῆγε καὶ οὐκ ἐφθόνει τῆς προσαγωγῆς τοῦ ὑγροῦ τῷ ὕδρωπι καὶ τῶν ἐσχάτων Νεοκλέους λόγων μεμνημένος ἐτήκετο τῇ μετὰ δακρύων ἰδιοτρόπῳ ἡδονῇ ταῦτ οὐδεὶς ἂν ὑγιαινόντων εὐφροσύνας ἀληθεῖς ἢ χαρὰς ὀνομάσειεν: "ἀλλ εἴ τις ἔστι καὶ ψυχῆς Σαρδάνιος γέλως, ἐν τούτοις ἔστι τοῖς παραβιασμοῖς καὶ κλαυσιγέλωσιν. "εἰ δ οὖν ταῦτα φήσει τις εὐφροσύνας καὶ χαράς, σκόπει τὰς ὑπερβολὰς τῶν ἡδονῶν ἐκείνων ἡμετέραις βουλαῖς Σπάρτη μὲν ἐκείρατο δόξαν καί οὗτός τοι Ῥώμης ὁ μέγας, ξένε, πατρίδος ἀστήρ καί δίζω, ἤ σε θεὸν μαντεύσομαι ἢ ἄνθρωπον. "ὅταν δὲ λάβω τὰ Θρασυβούλου καὶ Πελοπίδου πρὸ ὀφθαλμῶν κατορθώματα, καὶ τὸν ἐν Πλαταιαῖς Ἀριστείδην ἢ τὸν ἐν Μαραθῶνι Μιλτιάδην, ἐνταῦθα κατὰ τὸν Ἡρόδοτον ἐξείργομαι γνώμην εἰπεῖν, ὅτι τῷ πρακτικῷ βίῳ τὸ ἡδὺ πλέον ἢ τὸ καλὸν ἔστι. "μαρτυρεῖ δέ μοι καὶ Ἐπαμεινώνδας εἰπών, ὥς φασιν, ἣδιστον αὐτῷ γενέσθαι τὸ τοὺς τεκόντας ζῶντας ἐπιδεῖν τὸ ἐν Λεύκτροις τρόπαιον αὐτοῦ στρατηγοῦντος. "παραβάλωμεν οὖν τῇ Ἐπαμεινώνδου μητρὶ τὴν Ἐπικούρου, χαίρουσαν ὅτι τὸν υἱὸν ἐπεῖδεν εἰς τὸ κηπίδιον ἐνδεδυκότα καὶ κοινῇ μετὰ τοῦ Πολυαίνου παιδοποιούμενον ἐκ τῆς Κυζικηνῆς ἑταίρας. "τὴν μὲν γὰρ Μητροδώρου μητέρα καὶ τὴν ἀδελφὴν ὡς ὑπερέχαιρον ἐπὶ τοῖς γάμοις αὐτοῦ καὶ ταῖς πρὸς τὸν ἀδελφὸν ἀντιγραφαῖς, ἐκ τῶν βιβλίων δήπου δῆλόν ἐστιν. "ἀλλ ἡδέως τε βεβιωκέναι καὶ βρυάζειν καὶ καθυμνεῖν τὸν ἑαυτῶν βίον ἐκκραυγάζοντες λέγουσι. "καὶ γὰρ οἱ θεράποντες ὅταν Κρόνια δειπνῶσιν ἢ Διονύσια κατ ἀγρὸν ἄγωσι περιιόντες, οὐκ ἂν αὐτῶν τὸν ὀλολυγμὸν ὑπομείναις καὶ τὸν θόρυβον, ὑπὸ χαρμονῆς καὶ ἀπειροκαλίας τοιαῦτα ποιούντων καὶ φθεγγομένων κλίθητι καὶ πίωμεν: "οὐ καὶ σιτία πάρεστιν, ὦ δύστηνε· "μὴ σαυτῷ φθόνει. "οἱ δ εὐθὺς ἠλάλαξαν, ἐν δ ἐκίρνατο οἶνος: "φέρων δὲ στέφανον ἀμφέθηκέ τις: "ὑμνεῖτο δ αἰσχρῶς, κλῶνα πρὸς καλὸν δάφνης, ὁ Φοῖβος οὐ προσῳδά τὴν τ ἐν αὐλίῳ νόθον τις ἐξέκλαξε σύγκοιτον φίλην. "ἦ γὰρ οὐ τούτοις ἐοίκε τὰ Μητροδώρου πρὸς τὸν ἀδελφὸν γράφοντος· "οὐδὲν δεῖ σῴζειν τοὺς· "Ἕλληνας οὐδ ἐπὶ σοφίᾳ στεφάνων παρ αὐτῶν τυγχάνειν, ἀλλ ἐσθίειν καὶ πίνειν οἶνον, ὦ Τιμόκρατες, ἀβλαβῶς τῇ γαστρὶ καὶ κεχαρισμένως. "καὶ πάλιν πού φησιν ἐν τοῖς αὐτοῖς γράμμασιν ὡς καὶ ἐχάρην καὶ ἐθρασυνάμην, ὅτι ἔμαθον παρ Ἐπικούρου ὀρθῶς γαστρὶ χαρίζεσθαι. "καὶ περὶ γαστέρα γάρ, ὦ φυσιολόγε Τιμόκρατες, τἀγαθόν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION