- 텍스트

Plutarch, Non posse suaviter vivi secundum Epicurum, section 15

(플루타르코스, Non posse suaviter vivi secundum Epicurum, section 15)

"πῶς·? εἶπεν: "οὐ γὰρ Ἀριστόδημος ἡμᾶς, εἰ σὺ παντάπασιν ἀπηγόρευκας, διαδέξεται· "πάνυ μὲν οὖν, εἶπεν ὁ Ἀριστόδημος, ὅταν ἀποκάμῃς, ὥσπερ οὗτος:

"ἔτι δ ἀκμάζων, ὦ μακάριε, χρῆσαι σεαυτῷ, ὡς μὴ δοκῇς ἀπομαλθακίζεσθαι. "πάνυ ῥᾴδιόν ἐστι τὸ λειπόμενον:

"λείπεται δὲ τὸ πρακτικὸν ὅσας ἡδονὰς ἔχει διελθεῖν. αὐτοὶ δὲ δήπου λέγουσιν ὡς τὸ εὖ ποιεῖν ἣδιόν ἐστι τοῦ εὖ πάσχειν εὖ δὲ ποιεῖν ἔστι μὲν ἀμέλει καὶ διὰ λόγων, τὸ δὲ πλεῖστον ἐν πράξει καὶ μέγιστον· "ὡς τοὔνομα τῆς εὐεργεσίας ὑφηγεῖται καὶ μαρτυροῦσιν αὐτοί. μικρῷ γὰρ ἔμπροσθεν ἠκούομεν, ἔφη, τούτου λέγοντος, οἱάς φωνὰς ἀφῆκεν Ἐπίκουρος, οἱᾶ δὲ γράμματα τοῖς φίλοις ἔπεμψεν, ὑμνῶν καὶ μεγαλύνων Μητρόδωρον, ὡς εὖ τε καὶ νεανικῶς ἐξ ἄστεως ἅλαδε κατέβη Μιθρῇ τῷ Σύρῳ βοηθήσων καὶ ταῦτα, πράξαντος οὐδὲν τότε τοῦ Μητροδώρου. "τίνας οὖν οἰόμεθα καὶ πηλίκας ἡδονὰς εἶναι τὰς Πλάτωνος, ὁπηνίκα Δίων ὁρμήσας ἀπ αὐτοῦ κατέλυσε Διονύσιον καὶ Σικελίαν ἠλευθέρωσε· "τίνας δ Ἀριστοτέλους, ὅτε τὴν πατρίδα κειμένην ἐν ἐδάφει πάλιν ἀνέστησε καὶ κατήγαγε τοὺς πολίτας· "τίνας δὲ Θεοφράστου καὶ Φανίου τοὺς τῆς πατρίδος ἐκκοψάντων τυράννους· "ἰδίᾳ μὲν γὰρ ὅσοις ἐβοήθησαν ἀνδράσιν, οὐ πυροὺς διαπέμποντες οὐδ ἀλφίτων μέδιμνον, ὡς Ἐπίκουρος ἐνίοις ἔπεμψεν, ἀλλὰ φεύγοντας διαπραξάμενοι κατελθεῖν καὶ δεδεμένους λυθῆναι καὶ τέκνα καὶ γυναῖκας ἐστερημένους ἀπολαβεῖν, τί ἂν λέγοι τις ὑμῖν ἀκριβῶς εἰδόσιν· "ἀλλὰ τὴν ἀτοπίαν οὐδὲ βουλόμενον ἔστι τἀνθρώπου παρελθεῖν, τὰς μὲν Θεμιστοκλέους καὶ Μιλτιάδου πράξεις ὑπὸ πόδας τιθεμένου καὶ κατευτελίζοντος, ὑπὲρ ἑαυτοῦ δὲ ταυτὶ τοῖς φίλοις γράφοντος δαιμονίως τε καὶ μεγαλοπρεπῶς ἐπεμελήθητε ἡμῶν τὰ περὶ τὴν τοῦ σίτου κομιδὴν καὶ οὐρανομήκη σημεῖα ἐνδέδειχθε τῆς πρὸς ἐμὲ εὐνοίας. "ὥστ, εἴ τις ἐξεῖλε τὸ σιτάριον ἐκ τῆς ἐπιστολῆς τοῦ φιλοσόφου, δόξαν ἂν παραστῆσαι τὰ ῥήματα τῆς χάριτος, ὡς ὑπὲρ τῆς Ἑλλάδος ὅλης ἢ τοῦ δήμου τῶν Ἀθηναίων ἐλευθερωθέντος ἢ σωθέντος γραφομένης.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION