호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταύτασ μέντοι τὰσ τηλικαύτασ καὶ τοσαύτασ ἡδονὰσ ὥσπερ ἀενάουσ ἐκτρέποντεσ οὗτοι καὶ ἀποστρέφοντεσ οὐκ ἐῶσι γεύεσθαι τοὺσ πλησιάσαντασ αὐτοῖσ· ἀλλὰ τοὺσ μὲν ἐπαραμένουσ τὰ ἀκάτια φεύγειν ἀπ’ αὐτῶν κελεύουσι· Πυθοκλέουσ δὲ πάντεσ καὶ πᾶσαι δέονται δι’ Ἐπικούρου καὶ ἀντιβολοῦσιν, ὅπωσ οὐ ζηλώσῃ τὴν ἐλευθέριον καλουμένην παιδείαν Ἀπελλῆν δέ τινα θαυμάζοντεσ καὶ ὑπερασπαζόμενοι γράφουσιν ὅτι τῶν μαθημάτων ἀποσχόμενοσ ἐξ ἀρχῆσ καθαρὸν ἑαυτὸν ἐτήρησε·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기