- 텍스트

Plutarch, Non posse suaviter vivi secundum Epicurum, section 12

(플루타르코스, Non posse suaviter vivi secundum Epicurum, section 12)

ταύτας μέντοι τὰς τηλικαύτας καὶ τοσαύτας ἡδονὰς ὥσπερ ἀενάους ἐκτρέποντες οὗτοι καὶ ἀποστρέφοντες οὐκ ἐῶσι γεύεσθαι τοὺς πλησιάσαντας αὐτοῖς:? ἀλλὰ τοὺς μὲν ἐπαραμένους τὰ ἀκάτια φεύγειν ἀπ αὐτῶν κελεύουσι: Πυθοκλέους δὲ πάντες καὶ πᾶσαι δέονται δι Ἐπικούρου καὶ ἀντιβολοῦσιν, ὅπως οὐ ζηλώσῃ τὴν ἐλευθέριον καλουμένην παιδείαν Ἀπελλῆν δέ τινα θαυμάζοντες καὶ ὑπερασπαζόμενοι γράφουσιν ὅτι τῶν μαθημάτων ἀποσχόμενος ἐξ ἀρχῆς καθαρὸν ἑαυτὸν ἐτήρησε: "ὅθεν μηδ εἰδέναι φάσκων, μεθ ὁποτέρων ἦν ὁ Ἕκτωρ, ἢ τοὺς πρώτους στίχους τῆς Ὁμήρου ποιήσεως, ἢ πάλιν τὰ ἐν μέσῳ, μὴ ταρβήσῃς.

ὅτι τοίνυν αἱ τοῦ σώματος ἡδοναὶ καθάπερ οἱ ἐτησίαι μαραίνονται μετὰ τὴν ἀκμὴν καὶ ἀπολήγουσιν, οὐ λέληθε τὸν Ἐπίκουρον:

ἡδονῶν τὸ γῆρας ἣ τ Ἀφροδίτη τοῖς γέρουσιν ἄχθεται κατ Εὐριπίδην, ταύτας μάλιστα συνάγειν τὰς ἡδονάς, ὥσπερ εἰς πολιορκίαν ἄσηπτα σιτία καὶ ἄφθαρτα παρατιθεμένους:

μεθεόρτους καλὰς ἐν ἱστορίαις καὶ ποιήμασι διατρίβοντας ἢ προβλήμασι μουσικοῖς καὶ γεωμετρικοῖς.

οὐ γὰρ ἂν ἐπῆλθεν αὐτοῖς εἰς νοῦν βαλέσθαι τὰς τυφλὰς καὶ νωδὰς ἐκείνας ψηλαφήσεις καὶ ἐπιπηδήσεις τοῦ ἀκολάστου, μεμαθηκόσιν, εἰ μηδὲν ἄλλο, γράφειν περὶ Ὁμήρου καὶ περὶ Εὐριπίδου, ὡς Ἀριστοτέλης καὶ Ἡρακλείδης καὶ Δικαίαρχος. ἀναζωπυροῦντες, ἅτε δὴ μηδὲν οἰκεῖον ἡδὺ μηδὲ χαρᾶς ἄξιον ἔχοντες ἐν τῇ ψυχῇ παρεσκευασμένον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION