- 텍스트

Plutarch, Non posse suaviter vivi secundum Epicurum, section 9

(플루타르코스, Non posse suaviter vivi secundum Epicurum, section 9)

ἃ μὲν οὖν λέγουσιν αὑτοῖς ὑπὸ σοφίας παρεσκευασμένα, τοιαῦτ᾿ ἐστιν ὧν δ ἑαυτοὺς ἀφαιροῦνται καὶ ἀπελαύνουσιν, ἤδη σκοπῶμεν.? τὰς μὲν γὰρ ἐπὶ σαρκὸς εὐπαθείᾳ τῆς: ψυχῆς: διαχύσεις, ἐὰν ὦσι μέτριαι, μηδὲν ἐχούσας μέγα μηδ ἀξιόλογον: ἐὰν δ ὑπερβάλλωσι, πρὸς τῷ κενῷ καὶ ἀβεβαίῳ φορτικὰς φαινομένας καὶ θρασείας οὐδὲ ψυχικὰς ἄν τις οὐδὲ χαράς, ἀλλὰ σωματικὰς ἡδονὰς καὶ οἱο῀ν ἐπιμειδιάσεις καὶ συνεπιθρύψεις προσείποι τῆς ψυχῆς.

νομίζεσθαι, καθαραὶ μέν εἰσι τοῦ ἐναντίου καὶ σφυγμὸν οὐδένα κεκραμένον οὐδὲ δηγμὸν οὐδὲ μετάνοιαν ἔχουσιν οἰκεῖον δὲ τῇ ψυχῇ καὶ ψυχικὸν ἀληθῶς καὶ γνήσιον καὶ οὐκ ἐπείσακτον αὐτῶν τἀγαθόν ἐστιν οὐδ ἄλογον, ἀλλ εὐλογώτατον ἐκ τοῦ θεωρητικοῦ καὶ φιλομαθοῦς ἢ πρακτικοῦ καὶ φιλοκάλου τῆς διανοίας φυόμενον.

ὧν ὅσας ἑκάτερον καὶ ἡλίκας ἡδονὰς ἀναδίδωσιν, οὐκ ἄν τις ἀνύσειε διελθεῖν προθυμούμενος:

διατριβὰς ἔχουσαι, τὸ δ ἐπιθυμοῦν ἀεὶ τῆς ἀληθείας ἀκόρεστον καταλείπουσαι καὶ ἄπληστον ἡδονῆς:

δι ἣν οὐδὲ τὸ ψεῦδος ἀμοιρεῖ χάριτος, ἀλλὰ καὶ πλάσμασι καὶ ποιήμασι τοῦ πιστεύεσθαι μὴ προσόντος ἔνεστιν ὅμως τὸ πεῖθον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION