호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ὅτι δ ὅλως μοχθηρὰ τὰ πράγματα πρὸς βίον ἄλυπόν ἐστιν αὐτοῖς, σκόπει καὶ ἀφ ὧν πρὸς ἑτέρους λέγουσι.? "τοὺς γὰρ ἀδικοῦντας καὶ παρανομοῦντας ἀθλίως φασὶ καὶ περιφόβως ζῆν τὸν πάντα χρόνον: "ὅτι, κἂν λαθεῖν δύνωνται, πίστιν περὶ τοῦ λαθεῖν λαβεῖν ἀδύνατόν ἐστιν: "ὅθεν ὁ τοῦ μέλλοντος ἀεὶ φόβος ἐγκείμενος οὐκ ἐᾷ χαίρειν οὐδὲ θαρρεῖν ἐπὶ τοῖς παροῦσι ταῦτα δὲ καὶ πρὸς ἑαυτοὺς εἰρηκότες λελήθασιν. "εὐσταθεῖν μὲν γὰρ ἔστι καὶ ὑγιαίνειν τῷ σώματι πολλάκις, πίστιν δὲ λαβεῖν περὶ τοῦ διαμενεῖν ἀμήχανον: "ἀνάγκη δὴ ταράττεσθαι καὶ ὠδίνειν ἀεὶ πρὸς τὸ μέλλον ὑπὲρ τοῦ σώματος, ἣν περιμένουσιν ἐλπίδα πιστὴν ἀπ αὐτοῦ καὶ βεβαίαν οὐδέπω κτήσασθαι δυναμένους. "τὸ δὲ μηδὲν ἀδικεῖν οὐδέν ἐστι πρὸς τὸ θαρρεῖν οὐ γὰρ τὸ δικαίως παθεῖν ἀλλὰ τὸ παθεῖν φοβερόν: "οὐδὲ συνεῖναι μὲν αὐτὸν ἀδικίαις ἀνιαρὸν περιπεσεῖν δὲ ταῖς ἄλλων οὐ χαλεπόν: "ἀλλ εἰ μὴ μεῖζον, οὐκ ἔλαττόν γε τὸ κακὸν ἦν Ἀθηναίοις ἡ Λαχάρους καὶ Συρακοσίοις ἡ Διονυσίου χαλεπότης ἤπερ αὐτοῖς ἐκείνοις: "ταράττοντες γὰρ ἐταράττοντο καὶ πείσεσθαι κακῶς προσεδόκων ἐκ τοῦ προαδικεῖν καὶ προλυμαίνεσθαι τοὺς ἐντυγχάνοντας. "ὄχλων δὲ θυμοὺς καὶ λῃστῶν ὠμότητας καὶ κληρονόμων ἀδικίας, ἔτι δὲ λοιμοὺς· "ἀέρων καὶ θάλασσαν εὐβραγκήν, : "ὑφ αἷς Ἐπίκουρος ὀλίγον ἐδέησε καταποθῆναι πλέων εἰς Λάμψακον, ὡς γράφει, τί ἂν λέγοι τις· "ἀρκεῖ γὰρ ἡ φύσις τῆς σαρκός, ὕλην ἔχουσα νόσων ἐν ἑαυτῇ καὶ τοῦτο δὴ τὸ παιζόμενον ἐκ τοῦ βοὸς τοὺς ἱμάντας λαμβάνουσα τὰς ἀλγηδόνας ἐκ τοῦ σώματος, ὁμοίως τοῖς τε φαύλοις καὶ τοῖς ἐπιεικέσι τὸν βίον ἐπισφαλῆ ποιεῖν καὶ φοβερόν, ἄνπερ ἐπὶ σαρκὶ καὶ τῇ περὶ σάρκα ἐλπίδι μάθωσιν ἄλλῳ δὲ μηδενὶ χαίρειν καὶ θαρρεῖν, ὡς Ἐπίκουρος ἐ`ν τ ἄλλοις πολλοῖς·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기