호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"τὸ μὲν ἡδόμενον, ὥς φησι, τῆς σαρκὸς τῷ χαίροντι τῆς ψυχῆς ὑπερείδοντες, αὖθις δ ἐκ τοῦ χαίροντος εἰς τὸ ἡδόμενον τῇ ἐλπίδι τελευτῶντες.? καὶ πῶς οἱό῀ν τε, τῆς βάσεως τινασσομένης, μὴ συντινάσσεσθαι τὸ βαῖνον: ἢ βέβαιον ἐλπίδα καὶ χαρὰν ἀσάλευτον εἶναι περὶ πράγματος σάλον ἔχοντος τοσοῦτον καὶ μεταβολάς, ὅσαις φυλάττουσι τὸ σῶμα, πολλαῖς μὲν ἔξωθεν ὑποκείμενον ἀνάγκαις καὶ πληγαῖς ἐν: ἑαυτῷ δ ἔχον ἀρχὰς κακῶν, ἃς οὐκ ἀποτρέπει λογισμός·
προσέπιπτεν ἀνδράσι νοῦν ἔχουσι στραγγουρικὰ πάθη καὶ δυσεντερικὰ καὶ φθίσεις καὶ ὕδρωπες, ὧν τοῖς μὲν αὐτὸς Ἐπίκουρος συνηνέχθη τοῖς δὲ Πολύαινος τὰ δὲ Νεοκλέα καὶ Ἀγαθόβουλον ἐξήγαγε.
καὶ ταῦτ οὐκ ὀνειδίζομεν, εἰδότες καὶ Φερεκύδην καὶ Ἡράκλειτον ἐν νόσοις χαλεπαῖς γενομένους:
ἀλλ ἀξιοῦμεν αὐτούς, εἰ τοῖς πάθεσι βούλονται τοῖς ἑαυτῶν ὁμολογεῖν καὶ μὴ κεναῖς φωναῖς θρασυνόμενοι καὶ δημαγωγοῦντες ἀλαζονείαν προσοφλισκάνειν, ἢ μὴ λαμβάνειν χαρᾶς ἀρχὴν ἁπάσης τὴν σαρκὸς εὐστάθειαν ἢ μὴ φάναι χαίρειν καὶ ὑβρίζειν τοὺς ἐν πόνοις ὑπερβάλλουσι καὶ νόσοις γιγνομένους.
κατάστημα μὲν γὰρ εὐσταθὲς σαρκὸς γίγνεται πολλάκις, ἔλπισμα δὲ πιστὸν ὑπὲρ σαρκὸς καὶ βέβαιον οὐκ ἔστιν ἐν ψυχῇ νοῦν ἐχούσῃ γενέσθαι:
ἀλλ ὥσπερ ἐν θαλάσσῃ κατ Αἰσχύλον ὠδῖνα τίκτει νὺξ κυβερνήτῃ σοφῷ καὶ γαληνή:
τὸ γὰρ μέλλον ἄδηλον: ψυχὴν εὐσταθοῦντι καὶ ταῖς περὶ σώματος ἐλπίσι τἀγαθὸν τιθεμένην οὐκ ἔστιν ἄφοβον καὶ ἄκυμον διεξαγαγεῖν.
οὐ γὰρ ἔξωθεν μόνον, ὥσπερ ἡ θάλασσα, χειμῶνας ἴσχει καὶ καταιγισμοὺς τὸ σῶμα, πλείονας δὲ ταραχὰς ἐξ ἑαυτοῦ καὶ μείζονας ἀναδίδωσιν: εὐδίαν δὲ χειμερινὴν μᾶλλον ἄν τις ἢ σαρκὸς ἀβλάβειαν ἐλπίσειεν αὑτῷ παραμενεῖν βεβαίως.
τὸ γὰρ ἐφήμερα καλεῖν καὶ ἀβέβαια καὶ ἀστάθμητα φύλλοις τε γιγνομένοις ἔτους ὡρ´ᾳ καὶ φθίνουσιν εἰκάζειν τὸν βίον τί παρέσχηκεν ἄλλο τοῖς ποιηταῖς ἢ τὸ τῆς σαρκὸς ἐπίκηρον καὶ πολυβλαβὲς καὶ νοσῶδες, ἧς δὴ καὶ τὸ ἄκρον ἀγαθὸν δεδιέναι καὶ κολούειν παρεγγυῶσι·
"σφαλερὸν γὰρ αἱ εἰς ἄκρον εὐεξίαι" φησὶν Ἱπποκράτης:
τάχιστα τὸ ἀκμάζον ἴσχει μεταβολὴν τοῦ σώματος δἰ ἀσθένειαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기