호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀποδεῖξαι γάρ, ἄνπερ ᾖ δυνατόν, ἐπιχειρήσωμεν, ὅτι μηδὲ ζῆν ἡδέως ἔστιν κατ αὐτούς.? "εἰς τὴν γαστέρα τοῖς ἀνδράσιν ἐοίκας ἐναλεῖσθαι, καὶ τὴν περὶ τῶν κρεῶν ἐπάξειν, ἀφαιρούμενος ἡδονὴν ἀνθρώπων βοώντων οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ ῥήτορες οὐδὲ προστάται δήμων οὐδ ἄρχοντες, ἀεὶ δ ἡμῖν δαίς τε φίλη καὶ πᾶσα διὰ σαρκὸς ἐπιτερπὴς κίνησις ἐφ ἡδονὴν τινα καὶ χαρὰν ψυχῆς ἀναπεμπομένη. "δοκεῖς οὖν μοι μὴ τὸ ἐάρ ἐξαιρεῖν ὥς φασιν, ἀλλὰ τὸ ζῆν ἀφαιρεῖσθαι τοὺς ἄνδρας, εἰ τὸ ζῆν ἡδέως μὴ ἀπολείψεις αὐτοῖς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기