- 텍스트

Plutarch, Non posse suaviter vivi secundum Epicurum, section 2

(플루타르코스, Non posse suaviter vivi secundum Epicurum, section 2)

"δοκεῖ πολὺ τῆς προσηκούσης ὁ λόγος εἰρῆσθαι παρρησίας μαλακώτερον:? "ἀπίασι δ ἡμῖν ἐγκαλοῦντες οἱ περὶ Ἡρακλείδην, τοῦ Ἐπικούρου καὶ τοῦ Μητροδώρου, ἡμῖν μηδὲν αἰτίων ὄντων, θρασύτερον καθαψαμένοις. "ὅτι τοῖς ἐκείνων ὁ Κωλώτης παραβαλλόμενος εὐφημότατος ἀνδρῶν φαίνεται·

"τὰ γὰρ ἐν ἀνθρώποις αἴσχιστα ῥήματα, βωμολοχίας, ληκυθισμοὺς, ἀλαζονείας, ἑταιρήσεις, ἀνδροφονίας, βαρυστόνους, πολυφθόρους, βαρυεγκεφάλους συναγαγόντες Ἀριστοτέλους καὶ Σωκράτους καὶ Πυθαγόρου καὶ Πρωταγόρου καὶ Θεοφράστου καὶ Ἡρακλείδου καὶ Ἱππάρχου καὶ τίνος γὰρ οὐχὶ τῶν ἐπιφανῶν· "᾿ κατεσκέδασαν: "ὥστ, εἰ καὶ τἄλλα πάντα σοφῶς εἶχεν αὐτοῖς, διὰ τὰς βλασφημίας ταύτας καὶ κατηγορίας πορρωτάτω σοφίας ἂν εἴργεσθαι: "γραμματικὸς ὤν, ἀντὶ τῆς ποιητικῆς τύρβης, ὡς ἐκεῖνοι λέγουσι, καὶ τῶν Ὁμήρου μωρολογημάτων ἀποτίνει ταύτας Ἐπικούρῳ χάριτας, ἢ ὅτι Μητρόδωρος ἐν γράμμασι τοσούτοις τῷ ποιητῇ λελοιδόρηκεν.

"ἀλλ ἐκείνους μὲν ἐῶμεν, ὦ Ζεύξιππε: "τὸ δ ἐν ἀρχῇ τῶν λόγων ῥηθὲν πρὸς τοὺς ἄνδρας, ὡς οὐκ ἔστι ξῆν κατ αὐτούς, τί οὐ μᾶλλον, ἐπεὶ κέκμηκεν οὗτος, αὐτοὶ δι ἑαυτῶν περαίνομεν ἅμα καὶ Θέωνα παραλαβόντες· πρὸ ἡμῶν.

νῦν αὖτε σκοπὸν ἄλλον, εἰ δοκεῖ, θέμενοι τοιαύτῃ τινὶ δίκῃ μετίωμεν ὑπὲρ τῶν φιλοσόφων τοὺς ἄνδρας: ἀποδεῖξαι γάρ, ἄνπερ ᾖ δυνατόν, ἐπιχειρήσωμεν, ὅτι μηδὲ ζῆν ἡδέως ἔστιν κατ αὐτούς.

"εἰς τὴν γαστέρα τοῖς ἀνδράσιν ἐοίκας ἐναλεῖσθαι, καὶ τὴν περὶ τῶν κρεῶν ἐπάξειν, ἀφαιρούμενος ἡδονὴν ἀνθρώπων βοώντων οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ ῥήτορες οὐδὲ προστάται δήμων οὐδ ἄρχοντες, ἀεὶ δ ἡμῖν δαίς τε φίλη καὶ πᾶσα διὰ σαρκὸς ἐπιτερπὴς κίνησις ἐφ ἡδονὴν τινα καὶ χαρὰν ψυχῆς ἀναπεμπομένη. "δοκεῖς οὖν μοι μὴ τὸ ἐάρ ἐξαιρεῖν ὥς φασιν, ἀλλὰ τὸ ζῆν ἀφαιρεῖσθαι τοὺς ἄνδρας, εἰ τὸ ζῆν ἡδέως μὴ ἀπολείψεις αὐτοῖς. "εἰ δοκιμάζεις τὸν λόγον, αὐτὸς οὐ χρῇ παρόντι·

"ἀκροώμενος καὶ ἀποκρινόμενος, ἂν δέησθε: "καὶ λείαν ἔχων ὁδὸν ἀπετάφρευσας ἡμῖν πρὸς τὸν λόγον, οὐκ ἐάσας περὶ τοῦ καλοῦ πρότερον εὐθύνας ὑποσχεῖν τὴν αἱρ´εσιν.

"ἀνθρώπους γάρ, ἡδονὴν ὑποτιθεμένους τέλος, οὐκ ἔστιν ἐξελάσαι τοῦ ἡδέως ζῆν ῥᾴδιον: "τοῦ δὲ καλῶς ἐκπεσόντες ἅμα καὶ τοῦ ἡδέως συνεξέπιπτον: "ἐπεὶ τὸ ἡδέως ζῆν ἄνευ τοῦ καλῶς ἀνύπαρκτόν ἐστιν, ὡς αὐτοὶ λέγουσι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION